1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

63

συγγραφεῖς, ὅπως τῶν αὐτῶν ἐμνημόνευσαν, Ἰώσηπος ἐν τῇ πρώτῃ τῆς Ἀρχαιολογίας τοῦτον παρατίθεται τὸν τρόπον·

9.11.1 ιαʹ. ΑΠΟ ΤΗΣ ΙΩΣΗΠΟΥ ΑΡΧΑΙΟΛΟΓΙΑΣ, ΟΠΟΣΟΙ ΤΩΝ ΕΞΩΘΕΝ ΣΥΓΓΡΑΦΕΩΝ ΕΜΝΗΣΘΗΣΑΝ ΤΟΥ ΠΑΡΑ ΜΩΣΕΙ ΚΑΤΑΚΛΥΣΜΟΥ

«Τοῦ δὲ κατακλυσμοῦ τούτου καὶ τῆς λάρνακος μέμνηνται πάντες οἱ τὰς βαρβαρικὰς ἱστορίας ἀναγεγραφότες, ὧν ἐστι καὶ Βηρωσσὸς ὁ Χαλδαῖος. διη9.11.2 γούμενος γὰρ τὰ περὶ τὸν κατακλυσμὸν οὕτω που διέξεισι· «Λέγεται δὲ καὶ τοῦ πλοίου ἐν τῇ Ἀρμενίᾳ πρὸς τῷ ὄρει τῶν Κορδυαίων ἔτι μέρος τε εἶναι καὶ κομίζειν τινὰς τῆς ἀσφάλτου ἀφαιροῦντας· χρῶνται δὲ μάλιστα οἱ ἄνθρω9.11.3 ποι τῷ κομιζομένῳ πρὸς τοὺς ἀποτροπιασμούς.» μέμνηται δὲ τούτων καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος, ὁ τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγγραψάμενος, καὶ Μνασέας δὲ καὶ ἄλλοι πλείους. καὶ Νικόλαος δὲ ὁ ∆αμασκηνὸς ἐν τῇ ἐνενη9.11.4 κοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν, λέγων οὕτως· «Ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος κατὰ τὴν Ἀρμενίαν, Βάρις λεγόμενον, εἰς ὃ πολλοὺς συμφυγόντας ἐπὶ τοῦ κατακλυσμοῦ λόγος ἔχει περισωθῆναι καί τινα ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν ἀκρώρειαν ὀκεῖλαι καὶ τὰ λείψανα τῶν ξύλων ἐπὶ πολὺ σωθῆναι. γένοιτο δ' ἂν οὗτος ὅντινα καὶ Μωσῆς ἀνέγραψεν ὁ Ἰουδαίων νομοθέτης.»« Ταῦτα μὲν ὁ Ἰώσηπος. 9.12.1 Ἐγὼ δέ σοι τὰ Μηδικὰ καὶ Ἀσσύρια διελθὼν ἐκ τῆς Ἀβυδηνοῦ γραφῆς, περὶ τῆς αὐτῆς ἱστορίας τάσδε τοῦ ἀνδρὸς παραθήσομαι τὰς λέξεις· 9.12.2 ιβʹ. ΑΠΟ ΤΗΣ ΑΒΥ∆ΗΝΟΥ ΓΡΑΦΗΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑΚΛΥΣΜΟΥ «Μεθ' ὃν ἄλλοι τε ἦρξαν καὶ Σείσιθρος, ᾧ δὴ Κρόνος προσημαίνει μὲν ἔσεσθαι πλῆθος ὄμβρων ∆εσίου πέμπτῃ ἐπὶ δέκα, κελεύει δὲ πᾶν ὅ τι γραμ9.12.3 μάτων ἦν ἐχόμενον ἐν Ἡλίου πόλει τῇ ἐν Σιππάροισιν ἀποκρύψαι. Σείσιθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας εὐθέως ἐπ' Ἀρμενίης ἀνέπλωε, καὶ παραυτίκα μιν κατελάμβανε τὰ ἐκ θεοῦ. τρίτῃ δὲ ἡμέρῃ ἐπεί τε ὕων ἐκόπασε, μετίει 9.12.4 τῶν ὀρνίθων πείρην ποιεύμενος, εἴ κου γῆν ἴδοιεν τοῦ ὕδατος ἐκδῦσαν. αἱ δὲ ἐκδεχομένου σφέας πελάγεος ἀχανέος ἀπορέουσαι ὅκη κατορμίσονται 9.12.5 παρὰ τὸν Σείσιθρον ὀπίσω κομίζονται, καὶ ἐπ' αὐτῇσιν ἕτεραι. ὡς δὲ τῇσι τρίτῃσιν εὐτύχεεν ἀπίκατο γὰρ δὴ πηλοῦ κατάπλεοι τοὺς ταρσούς, θεοί μιν ἐξ ἀνθρώπων ἀφανίζουσι· τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ περίαπτα ξύλων ἀλεξιφάρμακα τοῖσιν ἐπιχωρίοισι παρείχετο.» Ταῦτα μὲν οὖν οὗτος. 9.13.1 Πάλιν δὲ Μωσέως τοὺς πρώτους φύντας ἀνθρώπων μακροβίους γεγονέναι φήσαντος, μάρτυρας καὶ τούτου παρατίθεται τοῦ λόγου τοὺς Ἑλλήνων συγγραφεῖς ὧδε λέγων ὁ Ἰώσηπος·

9.13.2 ιγʹ. ΑΠΟ ΤΗΣ ΙΩΣΗΠΟΥ ΑΡΧΑΙΟΛΟΓΙΑΣ ΠΕΡΙ ΤΟΥ ΠΛΕΙΟΥΣ ΜΝΗΜΟΝΕΥΣΑΙ ΤΗΣ ΤΩΝ ΠΑΛΑΙΩΝ ΜΑΚΡΟΒΙΟΥ ΖΩΗΣ

«Μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ἃ ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νομιζέτω τὰ περὶ ἐκείνων λεγόμενα, τῷ μηδὲ νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον τεκμαιρόμενος μηδ' ἐκείνους εἰς 9.13.3 ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφῖχθαι. οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπ' αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὸ