1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

63

λέγω κατατρύχειν ἑαυτοὺς, οὐδὲ σκληραγωγεῖν, ἀλλὰ τοσοῦτον σιτεῖσθαι, ὃ καὶ ἡδονὴν ἔχει τὴν ὄντως ἡδονὴν, καὶ θρέψαι δύναται τὸ σῶμα, καὶ εὔτακτον ἡμῖν καὶ εὐάρμοστον πρὸς τὰς ἐνεργείας παρασχεῖν τῆς ψυχῆς, πεπηγὸς καλῶς καὶ συνηρμοσμένον. Ὅταν γὰρ ὑπέραντλον γένηται τῇ τρυφῇ, τοὺς γόμφους αὐτοὺς, ὡς ἄν τις εἴποι, καὶ τὰς ἁρμονίας, τῇ πλημμύρᾳ κατέχειν οὐ δύναται συμπεπηγυίας· ἐπεισελθοῦσα γὰρ ἡ πλημμύρα τὸ πᾶν διαλύει καὶ διαχεῖ. Τὸ μὲν γὰρ αὔταρκες, καὶ τροφὴ καὶ ἡδονὴ καὶ ὑγίεια· τὸ δὲ πλέον, λύμη καὶ ἀηδία καὶ νόσος. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ αὐτὴν τὴν ψυχὴν μετὰ τοῦ σώματος προσαπολλύει. Καὶ καθάπερ ἡ σφόδρα δίυγρος γῆ τίκτει τοὺς σκώληκας, οὕτω καὶ ἡ ἔμφυτος τοῦ σώματος ἐπιθυμία, τῇ τροφῇ διαβρεχομένη, τίκτει τὰς ἡδονάς· καὶ τοῦ σώματος γενομένου μαλακωτέρου, ἀνάγκη καὶ τὴν ψυχὴν συναπολαύειν τῆς λύμης. Εἰ γὰρ οἱ τὸν διυλισμένον οἶνον πίνοντες, ἐν μέμψει, τί ἂν εἴποιμεν πρὸς τοὺς ἀποδημίας διαποντίους στελλομένους ὑπὲρ οἴνου, καὶ πάντα κινοῦντας, ὥστε μηδὲν γένος λαθεῖν ἀμπέλου, καθάπερ μέλλοντας εὐθύνας διδόναι, ἢ ἐπὶ τοῖς ἐσχάτοις καταγινώσκεσθαι, εἰ μὴ παντὸς γένους ἐμφορηθεῖεν οἴνου; Ὄντως οὐδὲν οὕτω τῷ δαίμονι φίλον, ὡς τρυφὴ καὶ γαστριμαργία. Τί γὰρ οὐκ ἐργά 63.649 ζεται κακὸν ἡ τρυφή; χοίρους ἐξ ἀνθρώπων ποιεῖ, καὶ χοίρων χείρους. Ὁ μὲν γὰρ χοῖρος βορβόρῳ ἐγκαλινδεῖται, καὶ κόπρῳ τρέφεται· οὗτος δὲ ἐκείνης βδελυκτοτέραν σιτεῖται τράπεζαν, μίξεις ἐπινοῶν ἀθέσμους, καὶ παρανόμους ἔρωτας. Ὁ τοιοῦτος οὐδὲν δαιμονῶντος διενήνοχε. Καὶ τὸν μὲν δαιμονῶντα κἂν ἐλεῶμεν, τοῦτον δὲ ἀποστρεφόμεθα καὶ μισοῦμεν. Τί δήποτε; Ὅτι αὐθαίρετον ἐπισπᾶται μανίαν, καὶ τὸ στόμα καὶ τοὺς ὀφθαλμοὺς καὶ ῥῖνας, καὶ πάντα ἁπλῶς τὰ μέλη, ὀχετοὺς ἁμαρτίας ἐργάζεται. Εἰ δὲ καὶ τὰ ἔνδον ἴδῃς, ὄψει καὶ τὴν ψυχὴν καθάπερ ἔν τινι χειμῶνι καὶ κρυμῷ πεπηγυῖαν καὶ ναρκῶσαν, καὶ οὐδὲ τὸ σκάφος ὠφελῆσαι δυναμένην διὰ τὴν τοῦ χειμῶνος ὑπερβολήν. Οἱ γὰρ μέθῃ καὶ ἀδηφαγίᾳ δεδουλωμένοι, οὔτε ὕπνον αἱροῦνται γνήσιον καὶ εἰλικρινῆ, οὔτε ὀνειράτων ἀπαλλάττονται φοβερῶν. Πῶς οὖν οὐκ ἄτοπον, τὰ μὲν ἄλογα ζῶα μηδὲν πλέον τῆς χρείας ἐπιζητεῖν, ἀνθρώπους δὲ λογικοὺς καὶ εἰκόνι Θεοῦ τετιμημένους, κἀκείνων ἀλογωτέρους γίνεσθαι, τοὺς τῆς συμμετρίας ὑπερβαίνοντας ὅρους; πόσῳ γὰρ τῶν οὕτω διακειμένων ἀνθρώπων βελτίων ὁ ὄνος! πόσῳ ἀμείνων ὁ κύων! Τὰ μὲν γὰρ ἄν τε φαγεῖν, ἄν τε πιεῖν δέῃ, ὅρον τὴν αὐτάρκειαν οἶδε, καὶ πέρα τῆς χρείας οὐ πρόεισι· κἂν μυρίοι οἱ καταναγκάζοντες ὦσι πολλάκις, οὐκ ἀνέξεται ἐξελθεῖν εἰς ἀμετρίαν· οὗτοι δὲ καὶ τούτων ἑαυτοὺς ἀτιμοτέρους εἶναι κεκρίκασι. Καὶ τὰ μὲν ἄλογα πέρα τοῦ μέτρου τροφῆς ἀπολαύειν οὐκ ἀναγκάζουσι· κἂν ἔρηταί τις, ∆ιὰ τί; Ἵνα μὴ καταβλάψωσιν, ἐροῦσιν· ἑαυτοῖς δὲ οὐδὲ ταύτην παρέχουσι τὴν πρόνοιαν· οὕτω κἀκείνων ἑαυτοὺς εὐτελεστέρους εἶναι νομίζουσι, καὶ περιορῶσι χειμαζομένους διηνεκῶς. Οὐδὲ γὰρ ἐν τῇ ἡμέρᾳ τῆς μέθης μόνον τὴν ἐκ τῆς μέθης βλάβην ὑπομένουσιν, ἀλλὰ καὶ μετὰ τὴν ἡμέραν ἐκείνην· καὶ καθάπερ πυρετοῦ παρελθόντος, ἡ ἐκ τοῦ πυρετοῦ μένει λύμη· οὕτω καὶ μέθης ἀπελθούσης, ἡ τῆς μέθης ζάλη καὶ ἐν τῇ ψυχῇ καὶ ἐν τῷ σώματι στρέφεται· καὶ τὸ μὲν ἄθλιον σῶμα κεῖται παραλυθὲν, καθάπερ ὑπὸ ναυαγίου σκάφος· ἡ δὲ τούτου ταλαιπωροτέρα ψυχὴ, καὶ τούτου διαλυθέντος, τὸν χειμῶνα διεγείρει, καὶ τὴν ἐπιθυμίαν ἀνάπτει σφοδρότερον. Ὅσα μὲν οὖν ἀπὸ μέθης προσγίνεται τοῖς ἀνθρώποις κακὰ, εἰπεῖν αἰσχύνομαι, τῷ δὲ αὐτῶν καταλείπω συνειδότι τῷ ταῦτα ἀκριβέστερον εἰδότι. Τί γὰρ αἰσχρότερον τοῦ μεθύοντος καὶ ἁπλῶς περιφερομένου, καὶ τὸ χαλεπὸν ἐκεῖνο ναυάγιον ὑπομένοντος, καὶ τὰ τοῦ Θεοῦ δῶρα παρὰ τῶν ἀνοήτων βλασφημεῖσθαι παρασκευάζοντος; Πολλῶν γὰρ ἀκούω λεγόντων, ὅταν ταῦτα συμβαίνῃ τὰ πάθη· Μὴ ἔστω οἶνος. Ὢ τῆς ἀνοίας! ὢ τῆς παραπληξίας! ἄλλων ἁμαρτανόντων, ταῖς τοῦ Θεοῦ δωρεαῖς ἐγκαλεῖς; Μὴ γὰρ οἶνος ἐποίησεν, ἄνθρωπε, τοῦτο τὸ κακόν; οὐχ ὁ οἶνος, ἀλλ' ἡ ἀκολασία τῶν