καταγρά φων αὐτό· οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ τῆς πάντων ἕνεκεν σωτηρίας οὐ παραιτήσεται τὸν ἐπὶ ξύλου θάνατον. Οὐκοῦν ἡ Μωϋσέως καὶ Ἠλιοῦ παράστασις, καὶ τὸ προσλαλεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν, εὖ μάλα δεικνῦσα, δορυ φορούμενον μὲν ὑπὸ νόμου καὶ προφητῶν τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προ φητῶν ∆εσπότην, προδειχθέντα δὲ παρ' αὐτῶν, δι' ὧν ἀλλήλοις συνῳδὰ προεκήρυττον. Οὐ γὰρ ἀσύμ βατα τοῖς διὰ τοῦ νόμου καὶ τῶν προφητῶν· καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἀλλήλοις προσλαλεῖν Μωϋσέα τὸν ἱερωτατον, καὶ τὸν τῶν προφητῶν πανάριστον Ἠλίαν. Ἀλλ' οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπο νυστάζουσι, τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ· εἶτα διαγρηγορήσαντες, θεωροὶ γεγόνασι τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς· ἤγουν ἀνενεγκόν τες τοῦ κάρου, ἐγίνωσκον ἀκριβῶς τὴν ἀλήθειαν· καὶ οἰηθεὶς λοιπὸν ἴσως ὁ θεσπέσιος Πέτρος, ὅτι τάχα ἔνεστιν ὁ καιρὸς τῆς βασιλείας τοῦ Θεοῦ, ἀπο δέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβὰς, σκηνὰς δὲ τρεῖς δεῖν γενέσθαι φησίν. Ἀλλ' οὐκ ᾔδει, φησὶν, ὃ λέγει· οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦ αἰῶνος, καὶ τοῦ λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης ἐλπί δος τὴν μέθεξιν. Οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκο νομίας, πῶς ἦν εἰκὸς καταλῆξαι τὸν Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης, ἀποφοιτήσαντα τοῦ παθεῖν ὑπὲρ αὐτοῦ; Σέσωκε γὰρ τὴν ὑπ' οὐρανὸν, καὶ αὐτὸν ὑπο μείνας τὸν κατὰ σάρκα θάνατον, καὶ διὰ τῆς ἐκ νε κρῶν ἀναστάσεως καταργήσας αὐτόν. Οὐκ ᾔδει τοι γαροῦν ὁ Πέτρος, ὅπερ ἔφη. 9Ἐγένετο τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτε ρον.9 (B f. 93 b) Ἐπειδὴ ἤκουον, ὅτι δεῖ ἀναστῆναι τὴν ἡμετέραν σάρκα, ποίῳ δὲ σχήματι ἄδηλον ἦν, ἵνα δῷ δεῖγμα τῆς μεταβολῆς, αὑτοῦ τὴν σάρκα μετέβαλεν, ἵνα ἡμῖν τὴν ἐλπίδα βεβαιώσῃ· μεταμορφοῦται τοι γαροῦν ἔμπροσθεν αὐτῶν. Πεπρᾶχθαι δέ φαμεν τὴν 72.656 μεταμόρφωσιν αὐτοῦ, οὐχὶ δή που τὸ σχῆμα τὸ ἀν θρώπινον ἀποβαλόντος τοῦ σώματος, ἀλλὰ δόξης τινὸς φωτοειδοῦς περιστελλούσης αὐτὸ, καὶ τὸν ἀτιμότατον τῆς σαρκὸς χαρακτῆρα μεταχρωννύσης ὥσπερ εἰς ὄψιν εὐκλεεστέραν· κατὰ τὸ, "Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ," παρὰ τοῦ θείου Παύλου καλῶς εἰρημένον. Νῦν μὲν γὰρ αὐτὸ τοῦτο σάρξ ἐστι γυμνὴ, οὐ δόξῃ τινὶ κατακεχρωσμένη, οὐ λαμπρό τητι φυσικῇ κατηγλαϊσμένη, ψιλὴν δὲ καὶ μόνην τὴν ἐκ φύσεως ἀδοξίαν τε ὁμοῦ καὶ ἀσθένειαν ἔχουσα. Κατὰ δὲ τὸν τῆς ἀναστάσεως καιρὸν ἐξαλλαγή τις ἔσται θεοπρεπὴς, καὶ δόξης οὐ σχήματος μεταβολή. Θείας γὰρ δόξης ἐπιβλήμασι περιαστράψει λοιπόν· ἐκλάμψουσι γὰρ οἱ δίκαιοι καθάπερ ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτοῦ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ἐκείνης οὖν τῆς μελλούσης δόξης ὑπόδειγμα παρεδήλου ἡ παραδειχθεῖσα τοῖς μαθηταῖς μεταμόρ φωσις· καὶ σωματικῶς ἐπεδείκνυτο πρὸς τὸ καὶ τοῖς θνητοῖς αὐτῶν εἰς θέαν ὑποπεσεῖν ὀφθαλμοῖς, εἰ καὶ τὴν ὑπερβολὴν οὐκ ἤνεγκαν τῆς λαμπρότητος. 9Φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης.9 (B f. 95, F f. 817) Πέπρακταί τι καὶ ἕτερον χρήσι μον εἰς βεβαίωσιν τῆς ἐπ' αὐτῷ πίστεως τοῖς τε μαθηταῖς καὶ πᾶσιν ἡμῖν. Ἐκ νεφέλης γὰρ ἄνωθεν ὡς ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς κατεπέμφθη φωνὴ λέ γουσα· "Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ ἀκούετε·" καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη φησὶν, ὁ Ἰησοῦς ἑστὼς μόνος. Μωϋσέως δὲ καὶ προ φητῶν μᾶλλον, αὐτοῦ ἀκούειν ἐπιτάττει. Ἵνα δὲ μὴ συκοφαντῆται παρά τινων ἡ ἀλήθεια λεγόντων, ὅτι Μωϋσέως μᾶλλον ἀκούειν αὐτοὺς προστέταχεν, ἐπ εσημήνατο ὁ εὐαγγελιστὴς λέγων, ὅτι ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη ὁ Ἰησοῦς μόνος. Αὐτοῦ τοιγαρ οῦν προστέταχεν ἀκούειν· καὶ γάρ ἐστιν αὐτὸς τέλος νόμου καὶ προφητῶν· διὸ καὶ πρὸς Ἰουδαίους ἔλεγεν· "Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν." Ἡ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς φωνὴ καλή τε καὶ ἀξιάγαστος· ἀκράτῳ δὲ ἤδη κατεχόμενοι οἱ μαθηταὶ δείματι,