64
τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς 9.13.4 πλείονα χρόνον οὔσας εἰκότως ἔζων πλῆθος τοσούτων ἐτῶν. ἔπειτα καὶ δι' ἀρετὴν καὶ δι' εὐχρηστίαν ὧν ἐπενόουν ἀστρολογίας καὶ γεωμετρίας εἰς πλείονα ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς· διὰ γὰρ τούτων ὁ μέγας ἐνιαυτὸς πλη9.13.5 ροῦται. μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρ' Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολογίας. καὶ γὰρ καὶ Μάνεθως ὁ τὴν τῶν Αἰγυπτιακῶν ποιησάμενος ἀναγραφὴν καὶ Βηρωσσὸς ὁ τὰ Χαλδαϊκὰ συναγαγὼν καὶ Μόλος καὶ Ἑστιαῖος καὶ πρὸς αὐτοῖς ὁ Αἰγύπτιος Ἱερώνυμος οἵ τε τὰ Φοινικικὰ συνταξάμενοι συμφωνοῦσι τοῖς ὑπ' ἐμοῦ λεγομένοις· Ἡσίοδός τε καὶ Ἑκαταῖος καὶ Ἑλλάνικος καὶ Ἀκουσίλαος καὶ πρὸς τούτοις Ἔφορος και Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια. περὶ μὲν οὖν τούτων, ὡς ἂν ἑκάστοις ᾖ φίλον, οὕτως σκοπείτωσαν.» 9.14.1 Πάλιν Μωσέως περὶ τῆς τοῦ πύργου κατασκευῆς καὶ ὡς ἀπὸ μιᾶς γλώσσης εἰς πολλὰς συνεχύθησαν διαλέκτους ἱστορήσαντος, ἐν τῇ λεχθείσῃ Περὶ τῶν Ἀσσυρίων γραφῇ ὁ μικρῷ πρόσθεν δηλωθεὶς συγγραφεὺς τὰ ὅμοια μαρτυρεῖ λέγων ὧδε·
9.14.2 ιδʹ. ΑΠΟ ΤΗΣ ΑΒΥ∆ΗΝΟΥ ΓΡΑΦΗΣ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΠΥΡΓΟΥ ΚΑΤΑΣΚΕΥΗΣ
«Ἐν τῇ δὴ λέγουσι τοὺς πρώτους ἐκ γῆς ἀνασχόντας, ῥώμῃ τε καὶ μεγέθει χαυνωθέντας καὶ δὴ θεῶν καταφρονήσαντας ἀμείνονας εἶναι, τύρσιν ἠλίβατον ἀείρειν, ἵνα νῦν Βαβυλών ἐστιν· ἤδη τε ἆσσον εἶναι τοῦ οὐρανοῦ, καὶ τοὺς ἀνέμους θεοῖσι βωθέοντας ἀνατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα· τοῦ δὴ τὰ ἐρείπια λέγεσθαι Βαβυλῶνα. τέως δὲ ὄντας ὁμογλώσσους ἐκ θεῶν πολύθροον φωνὴν ἐνείκασθαι, μετὰ δὲ Κρόνῳ τε καὶ Τιτῆνι συστῆναι πόλεμον.»
9.14.3 ιεʹ. ΩΣ ΚΑΙ ΕΤΕΡΟΙ ΠΛΕΙΟΥΣ ΕΜΝΗΣΘΗΣΑΝ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΗΣ ΙΩΣΗΠΟΥ ΑΡΧΑΙΟΛΟΓΙΑΣ
«Ὁ δὲ τόπος, ἐν ᾧ τὸν πύργον ᾠκοδόμησαν, νῦν Βαβυλὼν καλεῖται, διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς· Ἑβραῖοι γὰρ τὴν σύγχυσιν Βαβὲλ καλοῦσι. 9.15.1 Περὶ δὲ τοῦ πύργου τούτου καὶ τῆς ἀλλοφωνίας τῶν ἀνθρώπων μέμνηται καὶ Σίβυλλα, λέγουσα οὕτως· «Πάντων ὁμοφώνων ὄντων τῶν ἀνθρώπων πύργον ᾠκοδόμησάν τινες ὑψηλότατον, ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι δι' αὐτοῦ. οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον, καὶ ἰδίαν ἑκάστῳ φωνὴν ἔδωκαν, καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κληθῆναι τὴν πόλιν.» περὶ δὲ τοῦ πεδίου τοῦ λεγομένου Σενναὰρ ἐν τῇ Βαβυλωνίᾳ χώρᾳ μνημονεύει Ἑστιαῖος, λέγων οὕτως· «Τῶν δὲ ἱερέων τοὺς διασωθέντας, τὰ τοῦ Ἐνυαλίου ∆ιὸς ἱερώματα λαβόντας, εἰς Σενναὰρ τῆς Βαβυλωνίας ἐλθεῖν· σκίδνανται δὴ τὸ λοιπὸν ἐντεῦθεν ὑπὸ τῆς ὁμογλωσσίας τὰς συνοικίας ποιησάμενοι πανταχοῦ, καὶ γῆν ἕκαστοι κατελάμβανον τὴν ἐντυχοῦσαν.»« Πάλιν Μωσέως τὴν κατὰ τὸν Ἑβραίων προπάτορα Ἁβραὰμ ἱστορίαν εἰς πλάτος ἐκθεμένου, μαρτυρεῖν αὐτῷ καὶ τοὺς ἔξωθεν ἱστορικοὺς ὁ Ἰώσηπος λέγει διὰ τούτων·
9.16.2 ιʹ. ΟΣΟΙ ΠΕΡΙ ΤΟΥ ΠΑΝΤΩΝ ΕΒΡΑΙΩΝ ΠΡΟΠΑΤΟΡΟΣ ΑΒΡΑΑΜ ΕΜΝΗΣΘΗΣΑΝ