64
ἀπολαυόντων κακῶς. Εἰπὲ τοίνυν· Μὴ ἔστω μέθη, μὴ ἔστω τρυφή. Εἰ δὲ λέγεις, Μὴ ἔστω οἶνος, ἐρεῖς κατὰ μικρὸν προβαίνων, Μὴ ἔστω σίδηρος, διὰ τοὺς ἀνδροφόνους· Μὴ ἔστω νὺξ, διὰ τοὺς κλέπτας· Μὴ ἔστω φῶς, διὰ τοὺς συκοφάντας Μὴ ἔστω γυνὴ, διὰ τὰς πορνείας· καὶ πάντα ἁπλῶς ἀναιρήσεις τὰ πράγματα. Μὴ τοίνυν τὸν οἶνον διάβαλλε, ἀλλὰ τὴν μέθην, καὶ τὸν κακῶς τῷ καλῷ χρησάμενον· καὶ λαβὼν τοῦτον αὐτὸν νήφοντα, ὑπόγραψον αὐτοῦ τὴν ἀσχημοσύνην, καὶ εἰπὲ πρὸς αὐτόν· Οἶνος ἐδόθη, ἵνα εὐφραινώμεθα, οὐχ ἵνα ἀσχημονῶμεν· ἵνα γελῶμεν, οὐχ ἵνα γελώμεθα· ἵνα ὑγιαίνωμεν, οὐχ ἵνα νοσῶμεν· ἵνα ἀσθένειαν σώματος 63.650 διορθώμεθα, οὐχ ἵνα ψυχῆς ἰσχὺν καταβάλλωμεν. Ἐτίμησέ σε ὁ Θεὸς τῷ δώρῳ· τί σαυτὸν ὑβρίζεις τῇ ἀμετρίᾳ; Εἰ γὰρ ὁ ἅγιος ἐκεῖνος Τιμόθεος καὶ νόσῳ κατεχόμενος, καὶ ἐπαλλήλους ἀῤῥωστίας ὑπομένων οὐ μετέλαβεν οἴνου, ἕως ἂν ἐπέτρεψεν ὁ διδάσκαλος, τίνα ἂν σχοίημεν συγγνώμην ἡμεῖς, ἐν ὑγείᾳ μεθύοντες; Ἐκείνῳ μὲν γὰρ ἔλεγεν, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας· ἡμῶν δὲ ἑκάστῳ ἐρεῖ· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὰς πορνείας, διὰ τὰς πυκνάς σου αἰσχρολογίας, καὶ τὰς ἑτέρας ἐπιθυμίας τὰς πονηρὰς, ἃς ἡ μέθη τίκτειν εἴωθεν. Οἶνος εἰς εὐφροσύνην ἐδόθη· Οἶνος, γὰρ, φησὶν, εὐφραίνει καρδίαν ἀνθρώπου· ὑμεῖς δὲ καὶ ταύτην αὐτοῦ λυμαίνεσθε τὴν ἀρετήν. Ποία γὰρ εὐφροσύνη τὸ μὴ εἶναι ἐν ἑαυτοῖς, καὶ ἀλγηδόνας μυρίας ἔχειν, καὶ πάντα ὁρᾷν περιφερόμενα, καὶ σκότῳ δεινῷ κατέχεσθαι, καὶ κατὰ τοὺς πυρέττοντας δεῖσθαι τῶν ἐλαίῳ καταβρεχόντων τὰς κεφαλὰς, καὶ τὰς ἡμέρας νύκτας ἐργάζεσθαι, καὶ τὸ φῶς σκότος, καὶ τῶν ὀφθαλμῶν ἀνεῳγμένων μηδὲ τὰ ἐν ποσὶ βλέπειν, καὶ τοῖς τοσούτοις καὶ τοιούτοις ἑαυτοὺς περιπείρειν κακοῖς; Τοῖς γὰρ ἐν μέθῃ καὶ ἀκολασίᾳ βιοῦσιν ἡ ἡμέρα πρὸς τὸ τῆς νυκτὸς μεταστρέφεται σκότος, οὐ τοῦ ἡλίου σβεννυμένου, ἀλλὰ τῆς ἐκείνων διανοίας σκοτιζομένης τῇ μέθῃ. Οἱ τῇ μέθῃ ἑαυτοὺς ἐκδιδόντες, ὅσῳ ἂν ἐκχέωσιν ἑαυτοῖς τὸν ἄκρατον, τοσούτῳ μᾶλλον πρὸς τὸ δίψος ἐκκαίονται, καὶ ἡ μετάληψις ἀεὶ ὑπέκκαυμα τῆς δίψης γίνεται· καὶ τὰ μὲν τῆς ἡδονῆς ἠμαύρωται λοιπὸν, τὸ δὲ δίψος ἀκατάπαυστον γεγονὸς, εἰς αὐτὸν τὸν κρημνὸν τῆς μέθης κατάγει τοὺς ὑπ' αὐτῆς αἰχμαλώτους γεγενημένους. Ἐντεῦθεν μάλιστα ἄν τις ἐκπλαγείη τῆς ἀνοίας τοὺς τῇ μέθῃ προσηλωμένους, ὅτι οὐδὲ ὅσην ἐπὶ τῶν ἀσκῶν ἔχουσιν ἕτεροι τὴν φειδὼ, τοσαύτην ἐφ' ἑαυτῶν ἐπιδείκνυσθαι θέλουσιν οὗτοι. Ἐκείνους μὲν γὰρ οἱ τῶν οἴνων πρᾶται οὐκ ἐῶσι πλέον τοῦ δέοντος λαβεῖν, ὥστε μὴ διαῤῥαγῆναι· τὴν δὲ ἀθλίαν οὗτοι γαστέρα οὐδὲ ταύτης ἀξιοῦσι τῆς προνοίας, ἀλλ' ἐπειδὰν αὐτὴν ἐμπλήσωσι καὶ διαῤῥήξωσι, μέχρι τῶν ὤτων, μέχρι τῆς ῥινὸς, μέχρι τῆς φάρυγγος αὐτῆς πληροῦσιν ἅπαντα, πολλὴν ἐντεῦθεν τῷ πνεύματι, τῇ τὸ ζῶον οἰκονομούσῃ δυνάμει, κατασκευάζοντες τὴν στενοχωρίαν. Μὴ γὰρ διὰ τοῦτό σοι γέγονε φάρυγξ, ἵνα μέχρι τοῦ στόματος ἄνω σεσηπότος οἴνου καὶ τῆς ἄλλης αὐτὸν ἀποπληρώσῃς διαφθορᾶς; Οὐ διὰ τοῦτο, ἀλλ' ἵνα τὰς ἱερὰς ἀναπέμπῃς εὐχὰς τῷ Θεῷ, καὶ τοὺς θείους ἀναγινώσκῃς νόμους, καὶ τοῖς πλησίον τὰ συμφέροντα συμβουλεύῃς. Οὐδὲ γὰρ οὕτω τὰ σφοδρὰ τῶν ποταμίων ῥευμάτων τὰς ὄχθας εἴωθεν διατρώγειν καὶ ποιεῖν ὑφιζάνειν, ὡς τρυφὴ καὶ σπατάλη τὰ τῆς ὑγείας ἡμῶν ἐρείσματα πάντα ὑποσύρει ῥᾳδίως. Τὸ γὰρ παριέναι μετὰ ῥύμης τὰ βρώματα τό τε ἰσχυρὸν ἀποξέει τοῦ σώματος, καὶ τὸ τῆς ψυχῆς ἀνδρεῖον κατασύρει καὶ χαυνοῖ. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τῷ τρυφῶντι τὸ δεινὸν, ὅτι διασπᾶται, καὶ τὴν γαστέρα τὴν ἑαυτοῦ διαῤῥήγνυσι, καὶ τὴν τοῦ σώματος καὶ τῆς ψυχῆς ὑγίειαν ὑποτέμνεται· ἀλλ' ὅτι τάχιον παραῤῥεῖ καὶ παρατρέχει, καὶ μέχρι μιᾶς ἡμέρας τὴν ἐκ τούτων ἐγγινομένην αὐτῷ χορηγίαν κατασχεῖν οὐ δύναται, ἀλλὰ διαπνευσθείσης ἐκείνης, ἕτερα ἐπεμβάλλειν ἀναγκάζεται πάλιν. Οὐ τοίνυν τὸ φαγεῖν κακὸν, μὴ γένοιτο, ἀλλ' ἡ ἀδηφαγία, καὶ τὸ ὑπὲρ τὴν χρείαν ἐμπίμπλασθαι καὶ διαῤῥήγνυσθαι τὴν γαστέρα· ὥσπερ οὖν οὐδὲ τὸ οἴνου συμμέτρου μετασχεῖν πονηρὸν, ἀλλὰ τὸ μέθῃ ἑαυτὸν ἐκδοῦναι, καὶ 63.651 τῶν λογισμῶν τὸ κριτήριον