πίπτουσιν ἐπὶ πρόσωπον, ἵνα πάλιν καὶ διὰ τούτου μάθωμεν, ὡς ἀναγκαιοτάτη τοῖς ἐπὶ γῆς ἡ τοῦ Σωτῆρος γέγονε παρουσία καὶ μεσιτεία γενομένη δηλαδὴ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον. Εἰ μὴ γὰρ γέγονε καθ' ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τίς ἂν ἡμῶν ἤνεγκεν ἄνωθεν προσβάλλοντα Θεόν; τίς δ' ἂν ὑπέστη τὴν ἄφραστον αὐτοῦ δόξαν, τὴν οὐδενὶ τάχα τῶν γε νητῶν φορητήν; Φῶς γὰρ αὐτὸν οἰκεῖν ἀπρόσιτον, καὶ ὁ θεσπέσιός φησι Παῦλος. 9Καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε, κ.τ.λ. (B f. 95 b, E f.127 b) Οὐκ ἀμώμητον οὖτος τὴν πρόσοδον ἐποιήσατο, κατεβόησε γὰρ τοῦ χοροῦ τῶν ἁγίων μαθητῶν, ὡς μὴ ἰσχυσάντων ἐπιτιμῆσαι τῷ δαιμονίῳ. Ἔδει γὰρ τιμῶντα μᾶλλον τὸν Ἰησοῦν τὴν παρ' αὐτοῦ αἰτεῖν ἐπικουρίαν. ∆ιό φησιν ὁ Χρι στός· "Ὦ γενεὰ ἄπιστος!" ∆ιὰ τὴν σὴν, λέγων, ἀπι στίαν οὐκ ἐνήργηκεν ἡ χάρις. Ὅτι γὰρ χρὴ μετὰ 72.657 πίστεως καὶ Χριστῷ προσιέναι, καὶ τοῖς παρ' αὐτοῦ τὴν τοῦ δύνασθαι θαυματουργεῖν χάριν λαβοῦσιν, αὐτὸς ἡμᾶς ἐδίδαξε, πανταχοῦ τὴν πίστιν αἰτῶν παρὰ τῶν προσιόντων αὐτῷ. Ταύτης ἕνεκα τῆς αἰτίας αὐτοῦ καταβοᾷ ὁ Χριστὸς, γενεὰν ἄπιστον καὶ δι εστραμμένην αὐτόν τε, καὶ τοὺς ὁμογνώμονας αὐτοῦ ἀποκαλῶν· ὁ γὰρ ἄπιστος, καὶ διεστραμμένος πάν τως, κατ' οὐδένα τρόπον ὀρθοποδεῖν εἰδώς· τοῖς οὕτω γνώμης ἔχουσιν ἀνοσιώτατα, οὐκ ἀξιοῖ συνεῖναι Χρι στός. Καὶ εἰ χρή τι τῶν ἀνθρωπίνων εἰπεῖν, ὀλιγωρεῖ καὶ ἀκηδιᾷ· "Ἕως τίνος, λέγων, ἔσομαι πρὸς ὑμᾶς, καὶ ἀνέξομαι ὑμῶν;" Ὁ γὰρ λέγων ἀσθενῆ πρὸς τὴν κατὰ τῶν πνευμάτων ἐνέργειαν τοὺς παρ' αὐτοῦ λαβόντας τὴν χάριν, αὐτῆς μᾶλλον κατηγορεῖ τῆς χάριτος, οὐ τῶν λαβόντων αὐτήν. Αὐτοῦ γοῦν ἀν οσίως κατηγόρησεν ὁ εἰπὼν περὶ τῶν μαθητῶν, ὅτι οὐκ ἠδυνήθησαν αὐτὸ ἐκβαλεῖν. 9Ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ.9 (B f. 96) Ἔδει μὲν οὖν τὸν τοῦ δαιμονῶντος πατέρα λυπούμενον ἀπελθεῖν, οὐ τετυχηκότα τῆς φιλοτιμίας. Ἵνα δὲ μή τις οἴηται καὶ αὐτὸν τὸν Χριστὸν ἀτονῆ σαι πρὸς τὴν θαυματουργίαν, ἐπετίμησε τῷ ἀκαθάρ τῳ πνεύματι, καὶ παραχρῆμα ἐφυγαδεύετο, "Καὶ ἀπ έδωκεν αὐτὸν, φησὶ, τῷ πατρὶ αὐτοῦ·" οὐ γὰρ ἦν ἔτι τοῦ πατρὸς, ἀλλὰ τοῦ κρατοῦντος πνεύματος. Ἐπειδὴ δὲ ἀπεσείσατο τὴν πλεονεξίαν, γέγονε πάλιν τοῦ ἰδίου πατρὸς τῇ Χριστοῦ δυνάμει, ὃς καὶ τοῖς ἰδίοις ἀποστόλοις δέδωκεν ἐξουσίαν τὰς θεοσημείας κατ ορθοῦν, καὶ τοῖς ἀκαθάρτοις ἐπιτιμᾷν πνεύμασι. 9Θέσθε ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν τοὺς λόγους τούτους.9 (B f. 96) Ποία τις ἡ παρασκευάσασα πρόφασις τὸν Χριστὸν ταῦτα νῦν εἰπεῖν πρὸς τοὺς μαθητάς; Ἀνήνεγκε μὲν τοὺς κορυφαίους αὐτῶν εἰς τὸ ὄρος, καὶ μεταμορφωθεὶς ἔδειξεν αὐτοῖς τὴν δόξαν, μεθ' ἧς κατὰ καιροὺς ἐπιλάμψει· κατελθὼν δὲ ἐκ τοῦ ὄρους, πονηροῦ καὶ ἀπηνοῦς πνεύματος ἠλευθέρωσέ τινα. Ἀλλ' ἔδει πάντως αὐτὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομεῖναι πάθος, καὶ τῆς Ἰουδαίων ἀνασχέσθαι σκαιότητος· οὗ γεγονότος, οὐδὲν ἀπεικὸς ἐννοεῖν ἐν θορύβοις ἔσεσθαι τοὺς μαθητὰς, καὶ τοιαῦτά που καθ' ἑαυτοὺς ἐννοεῖν τε καὶ λέγειν· Ὁ τοσοῦτος, ὁ νε κροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ὁ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν, ὁ λόγῳ συντρίβων τὸν Σα τανᾶν, πῶς ἥλω νυνὶ, καὶ τοῖς τῶν φονώντων ἐμπέ πτωκε βρόχοις; Ἆρ' οὖν ἠπατήμεθα, Θεὸν εἶναι νο μίζοντες αὐτόν; Ἵν' οὖν εἰδεῖεν τὸ πάντως ἐσόμενον, ἀπόθετον ὥσπερ εἰς νοῦν ποιεῖσθαι κελεύει τὸ μυ στήριον· "Θέσθε γὰρ ὑμεῖς, φησὶν, εἰς τὰς καρδίας ὑμῶν." Τὸ δὲ ὑμεῖς ἐν τούτοις, διαστέλλοντός ἐστιν ἀπὸ τῶν ἄλλων αὐτούς. Ἤθελε γὰρ εἰδέναι αὐτοὺς τὸ συμβησόμενον, οὐ μὴν καὶ λαλεῖν ἑτέροις· τούς τε γὰρ ἀγελαίους λαθεῖν ἔδει, ὅτι πείσεται· καὶ αὐτοὺς 72.660 πεπληροφορημένους, ὅτι ἀναβιῴη πατήσας τὸν θάνα τον, διαφυγεῖν ἑτοίμως τὰ ἐκ τοῦ σκανδαλίζεσθαι βλάβη. 9Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο.9 (B f. 96 b) Πῶς ἠγνόουν οἱ μαθηταὶ τὸ Χριστοῦ μυστήριον, πλεισταχοῦ διὰ τῆς τοῦ νόμου σκιᾶς προγραφόμενον; Ἦσαν μὲν γὰρ ἐκ τῆς τῶν Ἰουδαίων ἀγέλης, οὐ