65
«Μνημονεύει δὲ τοῦ πατρὸς ἡμῶν Ἁβραάμου Βηρωσσός, οὐκ ὀνομάζων, λέγων δὲ οὕτως· «Μετὰ τὸν κατακλυσμὸν δεκάτῃ γενεᾷ παρὰ Χαλδαίοις τις 9.16.3 ἦν δίκαιος ἀνὴρ καὶ μέγας καὶ τὰ οὐράνια ἔμπειρος.» Ἑκαταῖος δὲ καὶ τοῦ μνησθῆναι πλεῖόν τι πεποίηκε· βιβλίον γὰρ περὶ αὐτοῦ συνταξάμενος κατέλιπε. 9.16.4 Νικόλαος δὲ ὁ ∆αμασκηνὸς ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν λέγει οὕτως· «Ἁβραάμης ἐβασίλευε ∆αμασκοῦ, ἔπηλυς σὺν στρατῷ ἀφιγμένος ἐκ τῆς γῆς τῆς ὑπὲρ Βαβυλῶνος, Χαλδαίων λεγομένης. μετ' οὐ πολὺν δὲ χρόνον ἐξαναστὰς καὶ ἀπὸ ταύτης τῆς χώρας σὺν τῷ σφετέρῳ λαῷ εἰς τὴν τότε μὲν Χαναναίαν λεγομένην, νῦν δὲ Ἰουδαίαν, μετῴκησε καὶ οἱ ἀπ' ἐκείνου πληθύσαντες, περὶ ὧν ἐν ἑτέρῳ 9.16.5 λόγῳ διέξειμι τὰ ἱστορούμενα.» τοῦ τε Ἁβραάμου ἔτι καὶ νῦν ἐν τῇ ∆αμασκηνῇ τὸ ὄνομα δοξάζεται, καὶ κώμη ἀπ' αὐτοῦ δείκνυται Ἁβραάμου οἴκησις λεγομένη. λιμοῦ δὲ χρόνοις ὕστερον τὴν Χαναναίαν καταλαβόντος, Ἅβραμος Αἰγυπτίους εὐδαιμονεῖν πυθόμενος διαίρειν πρὸς αὐτοὺς ἦν πρόθυμος, τῆς τε ἀφθονίας τῆς ἐκείνων μεθέξων καὶ τῶν ἱερέων ἀκροατὴς ἐσόμενος, ὧν λέγοιεν περὶ θεῶν· ἢ γὰρ κρείσσοσιν εὑρεθεῖσι κατακολουθήσειν ἢ μετακοσμήσειν αὐτοὺς ἐπὶ τὸ βέλτιον, αὐτὸς ἄμεινον φρονῶν.» 9.16.6 Εἶθ' ἑξῆς ἐπιλέγει· «Καὶ συνῆν Αἰγυπτίων τοῖς λογιωτάτοις, τήν τε ἀρετὴν αὐτῷ καὶ τὴν 9.16.7 ἐπ' αὐτῷ δόξαν ἐντεῦθεν ἐπιφανεστέραν συνέβη γενέσθαι. τῶν γὰρ Αἰγυπτίων διαφόροις ἀρεσκομένων ἔθεσι καὶ τὰ παρ' ἀλλήλοις ἐκφαυλιζόντων νόμιμα καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων πρὸς ἀλλήλους, συμβαλὼν αὐτῶν ἑκάστοις καὶ διαπτύων τοὺς λόγους, οὓς ἐποιοῦντο περὶ τῶν ἰδίων, κενοὺς καὶ μηδὲν 9.16.8 ἔχοντας ἀληθὲς ἀπέφαινε. θαυμασθεὶς οὖν ὑπ' αὐτῶν ἐν ταῖς συνουσίαις ὡς συνετώτατος καὶ δεινὸς ἀνὴρ οὐ νοῆσαι μόνον, ἀλλὰ καὶ πεῖσαι λέγων περὶ ὧν ἂν ἐπιχειρήσειε διδάσκειν, τήν τε ἀριθμητικὴν αὐτοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρολογίαν παραδίδωσι. πρὸ γὰρ τῆς Ἁβραάμου παρουσίας Αἰγύπτιοι τούτων εἶχον ἀμαθῶς. ἐκ Χαλδαίων γὰρ ταῦτ' ἐφοίτησεν εἰς Αἴγυπτον, ὅθεν ἦλθε καὶ εἰς τοὺς Ἕλληνας.» Ταῦτα ὁ Ἰώσηπος. 9.17.1 Συνᾴδει δὲ τούτοις καὶ ὁ Πολυΐστωρ Ἀλέξανδρος, πολύνους ὢν καὶ πολυμαθὴς ἀνὴρ τοῖς τε μὴ πάρεργον τὸν ἀπὸ παιδείας καρπὸν πεποιημένοις Ἕλλησι γνωριμώτατος, ὃς ἐν τῇ Περὶ Ἰουδαίων συντάξει τὰ κατὰ τὸν Ἁβραὰμ τοῦτον ἱστορεῖ κατὰ λέξιν τὸν τρόπον·
9.17.2 ιζʹ. ΕΥΠΟΛΕΜΟΥ ΠΕΡΙ ΑΒΡΑΑΜ· ΑΠΟ ΤΗΣ ΑΛΕΞΑΝ∆ΡΟΥ ΤΟΥ ΠΟΛΥΙΣΤΟΡΟΣ ΠΕΡΙ ΙΟΥ∆ΑΙΩΝ ΓΡΑΦΗΣ
«Εὐπόλεμος δὲ ἐν τῷ περὶ Ἰουδαίων τῆς Ἀσσυρίας φησὶ πόλιν Βαβυλῶνα πρῶτον μὲν κτισθῆναι ὑπὸ τῶν διασωθέντων ἐκ τοῦ κατακλυσμοῦ· εἶναι δὲ 9.17.3 αὐτοὺς γίγαντας, οἰκοδομεῖν δὲ τὸν ἱστορούμενον πύργον. πεσόντος δὲ τούτου ὑπὸ τῆς τοῦ θεοῦ ἐνεργείας τοὺς γίγαντας διασπαρῆναι καθ' ὅλην τὴν γῆν. δεκάτῃ δὲ γενεᾷ, φησίν, ἐν πόλει τῆς Βαβυλωνίας Καμαρίνῃ, ἥν τινας λέγειν πόλιν Οὐρίην εἶναι δὲ μεθερμηνευομένην Χαλδαίων πόλιν, ἢ ἐν τρισκαιδεκάτῃ γενέσθαι Ἁβραὰμ γενεᾷ, εὐγενείᾳ καὶ σοφίᾳ πάντας ὑπερβεβηκότα, ὃν δὴ καὶ τὴν ἀστρολογίαν καὶ Χαλδαϊκὴν εὑρεῖν ἐπί τε τὴν εὐσέβειαν ὁρμήσαντα 9.17.4 εὐαρεστῆσαι τῷ θεῷ. τοῦτον δὲ διὰ τὰ προστάγματα τοῦ θεοῦ εἰς Φοινίκην ἐλθόντα κατοικῆσαι, καὶ τροπὰς ἡλίου καὶ σελήνης καὶ τὰ ἄλλα πάντα διδάξαντα τοὺς Φοίνικας εὐαρεστῆσαι τῷ βασιλεῖ αὐτῶν. ὕστερον δὲ Ἀρμενίους ἐπιστρατεῦσαι τοῖς Φοίνιξι· νικησάντων δὲ καὶ αἰχμαλωτισαμένων τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν Ἁβραὰμ μετὰ οἰκετῶν βοηθήσαντα ἐγκρατῆ γενέσθαι τῶν