65
παρατρέψαι διὰ τῆς ἀμετρίας. Σώματι γὰρ τοιούτῳ συνέπλεξεν ἡμᾶς ὁ ∆εσπότης, ὃ μὴ δυνατὸν ἑτέρως συνεστάναι, εἰ μὴ ταύτης μεταλάβοι· μόνον τὰ τῆς ἀμετρίας ἐκκοπτέσθω· τοῦτο γὰρ ἡμῖν καὶ πρὸς τὴν ὑγίειαν τούτου καὶ εὐεξίαν τὰ μέγιστα συμβάλλεται. Ἢ οὐχ ὁρᾶτε καθ' ἑκάστην ἡμέραν ἀπὸ τῶν πολυτελῶν τραπεζῶν, καὶ τῆς ἀμέτρου ἀδηφαγίας μυρία ἐπαγόμενα νοσήματα; Πόθεν ποδαλγίαι; πόθεν καρηβαρίαι; πόθεν ὁ τῶν χυμῶν τῶν διεφθαρμένων πλεονασμός; πόθεν τὰ ἄλλα μυρία νοσήματα; οὐκ ἀπὸ τῆς ἀμετρίας καὶ τοῦ πλέον τοῦ δέοντος ἐκχέειν ἑαυτοῖς τὸν ἄκρατον; Καθάπερ γὰρ πλοῖον ὑπέραντλον γεγονὸς, ταχέως καταβαπτίζεται καὶ ὑποβρύχιον γίνεται· οὕτω καὶ ἄνθρωπος, ὅταν τῇ ἀδηφαγίᾳ καὶ μέθῃ ἑαυτὸν ἐκδῷ, κατὰ κρημνῶν ἄπεισι, καὶ ὑποβρύχιον ἐργάζεται τὸν λογισμὸν, καὶ κεῖται λοιπὸν καθάπερ νεκρὸς ἔμψυχος, πρὸς μὲν τὰ κακὰ πολλάκις ἐνεργεῖν δυνάμενος, πρὸς δὲ τὰ ἀγαθὰ ἅπαντα οὐδὲν ἄμεινον τῶν νεκρῶν διακείμενος. Τοσοῦτόν ἐστιν ἡ μέθη δεινὸν, ὡς καὶ τὰς αἰσθήσεις πηρῶσαι δύνασθαι, καὶ τὸν λογικὸν ἄνθρω 63.652 πον, καὶ τὴν κατὰ πάντων ἀρχὴν ἀναδεδεγμένον καθάπερ νεκρὸν ἀνενέργητον δεσμοῖς τισιν ἀλύτοις πεδήσασα κεῖσθαι παρασκευάζει· μᾶλλον δὲ καὶ νεκροῦ χεῖρον· ὁ μὲν γὰρ καὶ πρὸς τὰ καλὰ καὶ πρὸς τὰ κακὰ ἀνενέργητος, οὗτος δὲ κοινὸς ἅπασι γέλως πρόκειται. Οἱ μὲν γὰρ φίλοι, οἰκείαν τὴν αἰσχύνην λογιζόμενοι, ἐγκαλύπτονται, καὶ αἰσχύνονται· οἱ δὲ ἐχθροὶ ἐφήδονται καὶ κωμῳδοῦσι καὶ ἐπαρῶνται, μονονουχὶ ταῦτα λέγοντες τὰ ῥήματα· Τοῦτον δεῖ ὅλως ζῇν; τοῦτον δεῖ ἀναπνεῖν τὸν ἀέρα; τὸ βόσκημα, τὸν χοῖρον; καὶ τὰ ἐκ φ. ἔτι τούτων χαλεπώτερα φθεγγόμενοι. Ἅπερ φυγόντες, ἀγαπητοὶ, ὅση δύναμις, τοσοῦτον σιτεῖσθαι σπουδάσωμεν, ὃ καὶ ἡδονὴν ἔχει τὴν ὄντως ἡδονὴν, καὶ θρέψαι δύναται τὸ σῶμα, καὶ εὔτακτον ἡμῖν καὶ εὐάρμοστον πρὸς τὰς ἐνεργείας παρασχεῖν τῶν ἐντολῶν τοῦ Χριστοῦ· ἵνα καὶ τὸν παρόντα βίον εὐμαρῶς διανύσωμεν, καὶ τῶν μελλόντων ἐπιτευξώμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΙΓʹ. Περὶ ἀῤῥωστίας καὶ ἰατρῶν. Ὅταν ἀῤῥωστίᾳ περιπέσῃς, ἄνθρωπε, ἀναμνήσθητι τοῦ σώματος τοῦ Ἰὼβ,
καὶ τῆς ἁγίας ἐκείνης σαρκός· ἁγία γὰρ ἦν καὶ καθαρὰ, καὶ τοιαῦτα ἔχουσα τραύματα. Τίς γὰρ οὕτως ἠῤῥώστησέ ποτε; τίς τοσαύτην πληγὴν ἐδέξατο, ἢ ἕτερον δεξάμενον εἶδεν; οὐκ ἔστιν οὐδεὶς, οὐκ ἔστι. Κατὰ μικρὸν αὐτῷ τὸ σῶμα ἐδαπανᾶτο, καὶ πηγὴ σκωλήκων αὐτῷ πάντοθεν ἔβρυεν ἀπὸ τῶν μελῶν, καὶ διηνεκὴς ἦν αὕτη ἡ ἐπιῤῥοὴ, καὶ πολλὴ πανταχόθεν ἡ δυσωδία, καὶ τὸ σῶμα κατὰ μικρὸν διαιρούμενον, καὶ τοιαύτῃ σηπεδόνι τηκόμενον, ἀηδῆ τὰ σιτία ἐποίει. Καὶ λιμὸς ἦν αὐτῷ ξένος καὶ παράδοξος· οὐ γὰρ διδομένης ἠδύνατο τῆς τροφῆς ἀπολαύειν· Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σιτία μου. Ἀλλ' ἱκανὴν εἶχεν οὗτος παράκλησιν καὶ παραμυθίαν, φησὶ, τῷ εἰδέναι τὸν Θεὸν αὐτῷ ταῦτα ἐπάγοντα. Τοῦτο μὲν οὖν αὐτὸν μάλιστα ἐτάραττε καὶ ἐθορύβει, ὅτι τὸν δίκαιον Θεὸν, καὶ παντὶ τρόπῳ παρ' αὐτοῦ θεραπευθέντα, τοῦτον ἐνόμιζεν αὐτῷ πολεμεῖν, καὶ πρόφασίν τινα εὔλογον εὑρεῖν τῶν γινομένων οὐκ εἶχεν. Εἰ δὲ ἀρκεῖν τοῦτο εἰς παράκλησιν νομίζεις, δυνήσῃ δὴ καὶ αὐτὸς ταύτην τὴν παραμυθίαν σχεῖν. Κἂν γὰρ μὴ διὰ τὸν Θεὸν πάθῃς τι τῶν δεινῶν, ἀλλ' ἐξ ἀνθρώπων ἐπηρείας, εὐχαριστήσῃς δὲ, καὶ μὴ βλασφημήσῃς τὸν δυνάμενον κωλῦσαι μὲν, ἀφέντα δὲ τῆς σῆς ἕνεκεν δοκιμῆς· ὥσπερ οἱ διὰ τὸν Θεὸν παθόντες στεφανοῦνται, οὕτω καὶ σὺ τῶν αὐτῶν ἐπιτεύξῃ μισθῶν, ὅτι τὰς παρὰ ἀνθρώπων ἐπαχθείσας σοι συμφορὰς γενναίως ἤνεγκας, καὶ τῷ δυναμένῳ αὐτὰς κωλῦσαι, μὴ βουληθέντι δὲ, ηὐχαρίστησας. Οὔτε γὰρ ἀγαθός τίς ἐστι χωρὶς ἁμαρτίας, οὔτε κακός τίς ἐστι χωρὶς δικαιοσύνης· ἀμφοτέροις δὲ ἀμοιβὴ καὶ ἀντίδοσις. Ἐὰν ᾖ τις δίκαιος καὶ φαῦλον ἐργάσηταί τι, καὶ νοσήσῃ, καὶ τιμωρίᾳ παραδοθῇ, μὴ θορυβηθῇς, ἀλλ' εἰπὲ, ὅτι Οὗτος