ῥᾴθυμοι δὲ οὐδὲ τῶν Μωϋσέως γραμμάτων ἀνεπιστήμονες· καὶ γοῦν διὰ τοῦτο ἀπό λεκτοι γεγόνασι παρὰ Χριστοῦ. Ἀλλ' ὡς ὁ μακάριός φησι Παῦλος· "Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ ἄχρι τῆς σήμερον, ἡνίκα ἀναγινώσκε ται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται." Χρὴ τοιγαροῦν προσιόντας τῷ Χριστῷ λέγειν· "Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυ μάσια ἐκ τοῦ νόμου σου." 9Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.9 (B f. 96 b) Οὐ πάντας οἶμαι τοὺς μακαρίους μα θητὰς τὴν τοιαύτην ἐσχηκέναι νόσον· ἀπίθανον γὰρ ἅπαντας κοινὴν καὶ μίαν εὐθὺς εἰσδέξασθαι νόσον· ἑνὸς δὲ, ὡς οἶμαι, παθόντος αὐτὴν, ἵνα μή τινα δια βολὴν κατά τινος τῶν συμμαθητῶν ὁ σοφώτατος εὐ αγγελιστὴς ἐξυφαίνων εὑρεθῇ, ἀδιορίστως ἀποφαίνε ται λέγων, ὅτι "Εἰσῆλθε διαλογισμὸς ἐν αὐτοῖς, τὸ, τίς ἂν εἴη μείζων αὐτῶν."(E f.127 b) Πάθος δὴ οὖν διακένου δόξης εἰσδεδράμηκέ τινα τῶν ἁγίων ἀπο στόλων· τὸ γὰρ ὅλως διαλογίζεσθαι τὸ, τίς ἂν εἴη μείζων αὐτῶν, φιλονεικοῦντός ἐστι καὶ τὸ προεστά ναι τῶν ἄλλων ἐπιθυμήσαντος. Ἀλλ' ὁ τὰ πάντα εἰ δὼς Χριστὸς ὁ Θεὸς ἡμῶν ἐν τῇ τοῦ μαθητοῦ διανοίᾳ διαλογισμὸν ὥσπερ τινὰ πικρίαν ἄνω φύουσαν, κατὰ τὸ γεγραμμένον, πρὶν εἰς ὕψος ἀρθῆναι, πρὶν ἁδρυν θῆναι, ἐκ ῥίζης αὐτῆς ἀναβαθρεύει τὸ κακόν. Ἀρχό μενα γὰρ ἐν ἡμῖν τὰ πάθη, νικᾶται (Cod. νικᾷ) ῥᾳ δίως, ἁδρυνθέντα δὲ δυσαπόβλητά ἐστι. Πῶς οὖν ἆρα τὸ φιλόδοξον πάθος ἀποκείρει ὁ πνευμάτων ἰατρός; Ἐπελάβετο τὸ παιδίον, καὶ ἔστησεν αὐτὸ παρ' ἑαυ τῷ. Ὠφελείας δὲ χάριν ἐποιεῖτο τὸ χρῆμα καὶ αὐτοῖς τοῖς ἁγίοις ἀποστόλοις, καὶ ἡμῖν δὲ τοῖς μετ' ἐκεί νους. Περιβόσκεται γὰρ ἡ τοιάδε νόσος ὡς ἐπίπαν τοὺς ἀνθρώπους, εἴπερ ἂν εἶεν ἐν ὑπεροχῇ τῇ κατά τινων [Cod.9 καταπίνων]. τίνος οὖν ἆρα τύπον καὶ εἰκόνα τὸ παρενεχθὲν ἐποιεῖτο παιδίον; Ἀπονήρου καὶ ἀφιλοδόξου ζωῆς· ἀκαπάλευτον γὰρ ἔχει τὴν γνώμην, ἀνώθευτον τὴν καρδίαν, καὶ ἔστιν ἐν ἁπλό τητι διαλογισμῶν· οὐ φιλοδοξίας ἐρᾷ, οὐκ οἶδεν ὑπεροχῆς τρόπον. Εἶτά φησιν, ὅτι· "Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου," καὶ τὰ ἑξῆς· 72.661 τουτέστιν, "Ὁ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτος ἔσται μέγας," τὸν μετριόφρονα λέγων, καὶ οὐδὲν ὑψηλὸν περὶ ἑαυτοῦ λογιζόμενον δι' εὐλά βειαν. 9Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνό ματί μου, κ.τ.λ.9 (B f. 98 b) Ὅτε τοίνυν τοῖς τιμῶσιν ἁγίους εἷς τε καὶ ὅμοιος ὁ μισθὸς, κἂν μικρὸν εἴη τις τυχὸν, κἂν τῶν ἐν προὔχοντι μέτρῳ τε καὶ δόξῃ ("Ὁ δεχόμενος γὰρ, φησὶ, τὸ παιδίον τοῦτο, ἐμὲ δέχεται, καὶ τὸν Πα τέρα μου"), πῶς οὐχ ἕωλον παντελῶς τὸ ἀλλήλοις φιλονεικεῖν, καὶ πρωτείων ἐρᾷν; ∆ιατρανοῖ δὲ ἐπὶ πλέον τὸν ἐπὶ τούτῳ τῷ λόγῳ σκοπὸν, καί φησιν, τὸν μικρότερον ἐν πᾶσι διὰ ταπεινοφροσύνην, τοῦτον εἶ ναι μέγαν. ∆ιότι γέγραπται, ὅτι "Πᾶς ὁ ὑψῶν ἑαυ τὸν, ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν, ὑψωθή σεται." 9Εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, κ.τ.λ.9 (B f. 98 b) ∆ικαίως τοῦτον ἀπεπέμψατο· ἐχρῆν γὰρ αὐτὸν λαβεῖν τὸν ἑαυτοῦ σταυρὸν, ἤγουν ἀποτά ξασθαι τοῖς ματαίοις τοῦ βίου τούτου περισπασμοῖς. "Ἡ γὰρ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστι." Τοιοῦτον ὄντα τὸν ἄνθρωπον ἐλέγχει πλαγίως, οὐκ ὀνειδίζων μᾶλλον, ἀλλ' ἐπανορθῶν· διὰ τοῦτό φησιν· 72.664 "Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ." Καὶ ἡ μὲν ἁπλουστέ ρα διάνοια αὕτη. Ἔοικε δὲ κατὰ τὴν βαθυτέραν ἔν νοιαν ἀλώπεκας καὶ πετεινὰ τοῦ οὐρανοῦ τὰς παν ούργους καὶ δολερὰς τῶν δαιμόνων ἀγέλας ἀποκαλεῖν· οὕτω γὰρ πολλαχοῦ τῆς θείας Γραφῆς κέκληνται· "Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμ πελῶνας." Καὶ αὐτὸς δὲ ὁ Κύριος τὸν Ἡρώδην ἀλώπεκα προσεῖπε. Καὶ περὶ τῶν ἐν τῇ γῇ καταβλη θέντων σπερμάτων φησὶ, ὅτι τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτὰ, περὶ τῶν