[Sec. I.—On Heresies.]
ΒΙΒΛΙΟΝ Ϛʹ Περὶ σχισμάτων βʹ. Ὅτι οὔτε βασιλεῦσιν οὔτε ἱερεῦσι θεμιτὸν ἐπανίστασθαι. γʹ. Περὶ τῆς Μωϋσέως ἀρετῆς καὶ ἀπιστίας τοῦ Ἰουδαίων ἔθνους, καὶ ὧν ὁ Θεὸς ἐθαυματούργησε δι' αὐτοῦ. δʹ. Ὅτι ἀποσχίζει οὐχ ὁ τῶν ἀσεβῶν χωριζόμενος, ἀλλ' ὁ τῶν εὐσεβῶν ἀφιστάμενος. εʹ. Τίνος χάριν ἀπεβλήθη ὁ ψευδώνυμος Ἰσραήλ, ἀπόδειξις ἐκ προφητικῶν προρρήσεων. Ϛʹ. Περὶ αἱρέσεων ἰουδαϊκῶν. ζʹ. Ὁπόθεν ἀνεφύησαν αἱ παρὰ χριστιανοῖς αἱρέσεις, καὶ ὅστις αὐτῶν ἀρχηγὸς τῆς ἀσεβείας γεγένηται. ηʹ. Τίνες τῆς Σίμωνος ἀσεβείας διάδοχοι, καὶ οἵων αἱρέσεων κατῆρξαν ἐφ' ἑξῆς, καὶ τὸ θʹ καὶ τὸ ιʹ κεφάλαιον περιέχει καὶ τὸ κϚʹ τοῦ παρόντος κεφαλαίου. θʹ. Ὅπως Σίμων γοητείαις τισὶ πτῆναι θελήσας εὐχαῖς Πέτρου κατενεχθεὶς ἐξ ὕψους κάτω συνετρίβη τοὺς πόδας καὶ τῶν χειρῶν τοὺς τάρσους: ἱστορεῖ Κλήμης, Ἡγήσιππος, Ἰουστῖνος καὶ Εἰρηναῖος. ιʹ. Ὅπως αἱ αἱρέσεις καὶ πρὸς ἑαυτὰς καὶ πρὸς τὴν ἀλήθειαν διαφωνοῦσιν. ιαʹ. Ἐξήγησις ἀποστολικοῦ κηρύγματος. ιβʹ. Πρὸς τοὺς Χριστὸν ὁμολογοῦντας, ἰουδαΐζειν δὲ θέλοντας. ιγʹ. Ὅπως χρὴ χωρίζεσθαι τῶν αἱρετικῶν. ιδʹ. Τίνες οἱ κηρύξαντες τὴν καθολικὴν διδασκαλίαν, καὶ τίνα τὰ δι' αὐτῶν παραγγέλματα. Καθολικὴ διδασκαλία. ιεʹ. Ὅτι οὔτε ἀναβαπτίζειν χρὴ οὔτε μὴν παραδέχεσθαι τὸ παρὰ τῶν ἀσεβῶν δοθὲν βάπτισμα: οὐ γὰρ ἔστι βάπτισμα, ἀλλὰ μόλυσμα. ιϚʹ. Περὶ τῶν ἀποκρύφων βιβλίων, ὅτι ψευδεπίγραφα. ιζʹ. Περὶ κληρικῶν γαμικὰ παραγγέλματα. ιηʹ. Παραίνεσις κελεύουσα φεύγειν τὴν τῶν ἀσεβῶν αἱρετικῶν κοινωνίαν. ιθʹ. Πρὸς τοὺς φαυλίζοντας τὸν νόμον. κʹ. Τίς ὁ φυσικὸς νόμος καὶ τίς ὁ ἐπείσακτος, καὶ δι' ἣν αἰτίαν ἐπεισήχθη. καʹ. Ὅτι ὑπὸ χάριν ἐσμέν, ἀλλ' οὐχ ὑπὸ δουλείαν τοῦ ἐπεισάκτου νόμου, οἱ εἰς Χριστὸν πιστεύοντες. κβʹ. Ὅτι ἐπείσακτος ὁ περὶ θυσιῶν νόμος, ὃν περιεῖλε Χριστὸς παραγενόμενος. κγʹ. Πῶς πληρωτὴς τοῦ νόμου γέγονεν Χριστός, καὶ τίνα τούτου ἔπαυσεν ἢ ἐνήλλαξεν ἢ μετέθηκεν. κδʹ. Ὅτι καὶ διὰ Ῥωμαίων εὐδόκησεν ὁ Κύριος τὸν τῆς δικαιοσύνης νόμον ἐπιδείκνυσθαι. κεʹ. Ὡς Θεὸς Ἰουδαίους διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν αἰχμαλώτους ποιησάμενος ὑποφόρους κατέστησεν. κϚʹ. Ὅτι φεύγειν χρὴ τοὺς αἱρεσιώτας ὡς ψυχῶν φθορέας καὶ τί ἑκάστη αἵρεσις δοξάζει, ὁμοίως καὶ ἐν τῷ ηʹ καὶ θʹ καὶ ιʹ κεφαλαίῳ. κζʹ. Περὶ παρατηρημάτων ἰουδαϊκῶν καὶ ἑλληνικῶν, γονορροίας, ὀνειρώξεως, πλησιασμοῦ, ἀφέδρου, μίξεως νομίμου, τοκετοῦ, ἀποβολῆς, μώμου σώματος, κηδίας νεκροῦ ἢ ὀστέων, μνήματος ἢ διαφορᾶς βρωμάτων. κηʹ. Περὶ παιδεραστίας, μοιχείας τε καὶ πορνείας καὶ μίξεως ἀλόγων, ὅτι τὰ μὲν ἐστὶ παρὰ φύσιν ἀσεβήματα, τὰ δὲ παράνομα καὶ ἄδικα, καὶ διὰ τί τούτων ἕκαστον ἀπείρηται καὶ κολάζεται. κθʹ. Ὅπως χρὴ τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσι καὶ τοὺς ἄνδρας στέργειν τὰς ἑαυτῶν γαμετὰς καὶ ὅτι συνερχόμενοι ἀλλήλοις, κἂν μὴ λούσωνται, καθαροί εἰσιν, μοιχὸν δὲ ἢ πόρνον λοῦτρον οὐ καθαίρει. λʹ. Ὅτι ἔθος Ἰουδαίοις τε καὶ Ἕλλησιν παρατηρεῖσθαι τὰς φυσικὰς καθάρσεις καὶ τῶν τεθνεώτων τὰ λείψανα βδελύσσεσθαι, Χριστιανῶν δὲ τοῦτο ἀλλότριον, οὓς δεῖ καὶ συνιέναι ἐν τοῖς κοιμητηρίοις τῶν ἁγίων καὶ ψάλλειν ὑπὲρ τῶν ἐν πίστει κεκοιμημένων.