πονηρῶν πνευμάτων λέ γων. Ὅτε τοίνυν αἱ τοιαῦται ἀλώπεκες καὶ τὰ πετει νὰ φωλεοὺς καὶ καταδύσεις ἔχουσιν ἐν ἡμῖν, πῶς ἔλ θῃ Χριστός; Ποῦ δὲ ἀναπαύσεται; Τίς κοινωνία φωτὶ πρὸς σκότος; 9Ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.9 (B f. 99 b) Ἀξιοζήλωτον μὲν οὗτος τὴν ὑπόσχε σιν ἐνεδείξατο καὶ ἐπαινουμένην· τὸ δὲ ζητεῖν ἀπο τάξασθαι τοῖς οἰκείοις, μεμερισμένην ἔχειν ἐνδείκνυ ται τὴν διάνοιαν· τὸ γὰρ ἐθέλειν ὅλως προανακοινοῦ σθαι τοῖς μὴ ἀποδεξομένοις, οὐ βεβηκότος ἐστὶ λογισμοῦ. ∆ιὸ καί φησι πρὸς αὐτόν· "Οὐδεὶς ἐπιβα λὼν τὴν χεῖρα αὐτοῦ," καὶ τὰ ἑξῆς. Ὥσπερ γὰρ ὁ ἀροτριῶν, ὅταν ὀκνήσῃ πρὸς τὸ λεῖπον, οὐκ ὄψεται τοὺς καρποὺς πληθύνοντας, οὕτως καὶ ὁ ἑλόμενος μὲν ἀκολουθεῖν τῷ Χριστῷ, οὐκ ἀποτασσόμενος δὲ τοῖς κοσμικοῖς πράγμασι, καὶ τοῖς κατὰ σάρκα οἰ κείοις, μάλιστα τοῖς μὴ τὸν σκοπὸν ἀποδεχομένοις αὐ τοῦ, οὐδαμῶς οὗτος κατορθώσει τὴν ἀγαθὴν εὐτολ μίαν, οὐδὲ εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐ ρανῶν. Ὁ γὰρ τοιοῦτος ἐπιβάλλει μὲν ἀρότρῳ τὴν χεῖρα, διὸ πρόθυμός ἐστιν ἀκολουθεῖν· ὁπίσω δὲ βλέ πει, διότι ἀναβολῆς πρόφασιν ποιεῖται τὴν πρὸς τοὺς οἰκείους διάλεξιν καὶ συμβουλήν. Ἀλλ' οὐδαμῶς τοιούτους εὑρήσομεν ὄντας τοὺς ἁγίους ἀποστόλους· ἅμα γὰρ τῷ ἀκοῦσαι τοῦ Χριστοῦ λέγοντος· "∆εῦτε ὀπίσω μου," ἀφέντες τὸ πλοῖον, καὶ τὸν πατέρα αὐ τῶν, ἠκολούθησαν αὐτῷ. Οὓς μιμεῖσθαι χρὴ τοὺς ἀκολουθοῦντας Χριστῷ.
ΚΕΦ. Ιʹ.
Ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἐβδομή κοντα. Καὶ ἐπειδὴ πολλή τις ἔμελλεν ἔσεσθαι τῶν εἰς αὐ τὸν πιστευόντων ἡ πληθὺς, ἐσαγηνεύετο γὰρ οὐ μό νον ὁ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι· διὰ τοῦτο ἀνεδείχθησαν παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πρὸς τοῖς δύο καὶ δέκα καὶ ἕτεροι ἐβδομήκοντα. (Τὰ ἀκόλουθα τούτων, οἷον· "Ὁ μὲν θερισμὸς πο λὺς," καὶ τὰ ἑξῆς· καὶ, "Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν," ὅπερ ῥεμβασμὸν δηλοῖ, καὶ μι σθὸν αἰτούντων, καὶ διαβολῆς ἐστι τεκμήριον· προ εγράφετο εἰς τὸ κατὰ Ματθαῖον. Ἔτι δὲ καὶ τὰ τούτων ἀκόλουθα ἕως ὧδε· "Ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθε τεῖ τὸν ἀποστείλαντά με."(B f. 100 b) Τούτου ὁ τύπος καὶ ἐν τοῖς Μωϋσέως προεγράφετο λόγοις· ἑβδομήκοντα μὲν γὰρ ἐπελέξατο, καὶ αὐτὸς θεοῦ προστάττοντος· ἐπηφίει δὲ τοῖς ἐξειλεγμένοις τὸ Πνεῦμα θεός· καὶ καθ' ἕτερον δὲ τρόπον τούς τε δώδεκα μαθητὰς, καὶ αὐτοὺς τοὺς ἑβδομήκοντα, διὰ τῆς τοῦ νόμου σκιᾶς σημαινομένους εὑρήσομεν· γέ γραπται γὰρ ἐν τῇ ἐξόδῳ περὶ τῶν υἱῶν Ἰσραήλ· "Ἦλθον, φησὶν, Ἐλὴμ (ἑρμηνεύεται δὲ ἀνάβασις, ἤτοι αὔξησις), καὶ ἦσαν ἐκεῖ δώδεκα ὑδάτων πηγαὶ, καὶ ἑβδομήκοντα στελέχη φοινίκων." Ἀναβαίνοντες γὰρ εἰς τελεωτέραν σύνεσιν καὶ αὔξησιν πνευματι κὴν, εὑρίσκομεν τοὺς δώδεκα ἁγίους ἀποστόλους, καὶ τοὺς ἀναδειχθέντας ὑπὸ Χριστοῦ ἑβδομήκοντα. Ἀῤῥυόμεθα γὰρ ὡς ἐκ πηγῶν ἁγίων τῶν τοῦ Σωτῆ ρος μαθητῶν παντὸς ἀγαθοῦ εἴδησιν. Θαυμάζο μεν δὲ καὶ τοὺς ἑβδομήκοντα, καὶ οἱονεὶ φοίνι κας εἶναί φαμεν· εὐκάρδιον γὰρ τὸ φυτὸν, εὔ καρπόν τε καὶ εὔριζον, καὶ ἀεὶ τοῖς ὕδασιν ἐντεθη λός. 9Ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσω λύ κων.Μὴ βαστάζετε βαλάντιον, κ.τ.λ.9 (B f. 101) Προλέγει τοὺς διωγμοὺς, ἵνα ἐνέγκωσι τὴν πεῖραν. Καὶ πῶς ἂν περιγένοιτο πρόβατον λύ κου; Ἐγὼ, φησὶ, συνέσομαι, καὶ συνασπιῶ, μετα βάλλων τοὺς λύκους εἰς πρόβατα· οὐδὲν γάρ μου τῷ θελήματι ἀνθέστηκεν· καὶ τοῦτο ἡ πεῖρα ἔδειξεν ἐπὶ Παύλου· τὸν γὰρ παντὸς λύκου ἀπηνέστερον τοῖς πιστεύουσιν εἰς αὐτὸν, προβάτου πεποίηκεν ἡμερώ τερον. (B f. 101) Οὐδὲ τὴν περὶ τοῦ σώματος ἔχειν φροντίδα ἐπιτρέπει,