67
ἐλθεῖν εἰς τὴν ὀρεινὴν τῆς Συρίας οὖσαν ἔρημον. μετὰ δὲ τρεῖς γενεὰς Ἁβραὰμ γενέσθαι, ὃν δὴ μεθερμηνεύεσθαι πατρὸς φίλον, ὃν δὴ σοφὸν γενόμενον τὴν ἐρημίαν μεταδιώκειν· λαβόντα δὲ δύο γυναῖκας, τὴν μὲν ἐντοπίαν, συγγενῆ, τὴν δὲ Αἰγυπτίαν, θεράπαιναν, ἐκ μὲν τῆς Αἰγυπτίας γεννῆσαι δώδεκα υἱούς, οὓς δὴ εἰς Ἀραβίαν ἀπαλλαγέντας διελέσθαι τὴν χώραν καὶ πρώτους βασιλεῦσαι τῶν ἐγχωρίων· ὅθεν ἕως καθ' ἡμᾶς δώδεκα εἶναι βασιλεῖς Ἀρά9.19.3 βων ὁμωνύμους ἐκείνοις. ἐκ δὲ τῆς γαμετῆς υἱὸν αὐτῷ γενέσθαι ἕνα, ὃν Ἑλληνιστὶ Γέλωτα ὀνομασθῆναι. καὶ τὸν μὲν Ἁβραὰμ γήρᾳ τελευτῆσαι, Γέλωτος δὲ καὶ γυναικὸς ἐγχωρίου υἱοὺς ἕνδεκα γενέσθαι καὶ δωδέκατον Ἰωσὴφ καὶ ἀπὸ τοῦδε τρίτον Μωσῆν.» 9.19.4 Τοσαῦτα ὁ Πολυΐστωρ· οἷς μεθ' ἕτερα ἐπιφέρει λέγων· «Μετ' οὐ πολὺν δὲ χρόνον τὸν θεὸν τῷ Ἁβραὰμ προστάξαι Ἰσαὰκ τὸν υἱὸν ὁλοκαρπῶσαι αὐτῷ. τὸν δὲ ἀναγαγόντα τὸν παῖδα ἐπὶ τὸ ὄρος πυρὰν νῆσαι καὶ ἐπιθεῖναι τὸν Ἰσαάκ· σφάζειν δὲ μέλλοντα κωλυθῆναι ὑπὸ ἀγγέλου, κριὸν αὐτῷ πρὸς τὴν κάρπωσιν παραστήσαντος· τὸν δὲ Ἁβραὰμ τὸν μὲν παῖδα καθελεῖν ἀπὸ τῆς πυρᾶς, τὸν δὲ κριὸν καρπῶσαι.» 9.20.1 «Φησὶ δὲ περὶ τούτου καὶ Φίλων ἐν τῷ πρώτῳ τῶν Περὶ Ἱεροσόλυμα·
κʹ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ «Ἔκλυον ἀρχεγόνοισι τὸ μηρίον ὥς ποτε θεσμοῖς, Ἁβραὰμ κλυτοηχὲς ὑπερτέρῳ ἅμματι δεσμῶν, παμφαές, πλήμμυρε μεγαυχήτοισι λογισμοῖς, θειοφιλῆ θέλγητρα. λιπόντι γὰρ ἀγλαὸν ἕρκος αἰνοφύτων ἔκκαυμα βριήπυος αἰνετὸς ἴσχων ἀθάνατον ποίησεν ἑὴν φάτιν, ἐξότε κείνου ἔκγονος αἰνογόνοιο πολύμνιον ἔλλαχε κῦδος,» καὶ τὰ ἑξῆς· οἷς μετ' ὀλίγα ἐπιφέρει· «Ἀρτίχερος θηκτοῖο ξιφηφόρον ἐντύνοντος λήματι καὶ σφαράγοιο παρακλιδὸν ἀθροισθέντος· ἀλλ' ὁ μὲν ἐν χείρεσσι κερασφόρον ὤπασε κριόν,' καὶ τὰ τούτοις ἑπόμενα.» 9.20.2 Ταῦτα μὲν δὴ ἀπὸ τῆς προειρημένης τοῦ Πολυΐστορος γραφῆς. καὶ ὁ Ἰώσηπος δὲ ἐν τῇ πρώτῃ τῆς Ἀρχαιολογίας τοῦ αὐτοῦ μνημονεύει διὰ τούτων· «Λέγεται δὲ ὡς οὗτος ὁ Ἀφρὴν στρατεύσας ἐπὶ τὴν Λιβύην κατέσχεν αὐτὴν καὶ οἱ υἱωνοὶ αὐτοῦ κατοικήσαντες ἐν αὐτῇ τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀνό 9.20.3 ματος Ἀφρικὰ προσηγόρευσαν. μαρτυρεῖ δέ μου τῷ λόγῳ Ἀλέξανδρος ὁ Πολυΐστωρ λέγων οὕτως· «Κλεόδημος δέ φησιν ὁ προφήτης, ὁ καὶ Μαλχᾶς, ἱστορῶν τὰ περὶ Ἰουδαίων, καθὼς καὶ Μωσῆς ἱστόρηκεν ὁ νομοθέτης αὐτῶν, ὅτι ἐκ τῆς Χεττούρας Ἁβραάμῳ ἐγένοντο παῖδες ἱκανοί· λέγει δὲ αὐτῶν καὶ τὰ ὀνόματα, 9.20.4 ὀνομάζων τρεῖς, Ἀφέρ, Ἀσσουρί, Ἀφράν· καὶ ἀπὸ Ἀσσουρὶ μὲν τὴν Ἀσσυρίαἀπὸ δὲ τῶν δύο, Ἀφρά τε καὶ Ἀφέρ, πόλιν τε Ἀφρὰν καὶ τὴν χώραν Ἀφρικαὀνομασθῆναι. τούτους δὲ Ἡρακλεῖ συστρατεῦσαι ἐπὶ Λιβύην καὶ Ἀνταῖον· γή μαντα δὲ τὴν Ἀφρὰ θυγατέρα Ἡρακλέα γεννῆσαι υἱὸν ἐξ αὐτῆς ∆ιόδωρον. τούτου δὲ γενέσθαι Σοφωνᾶν, ἀφ' οὗ τοὺς βαρβάρους Σοφὰς λέγεσθαι.»« Τὰ μὲν οὖν περὶ τοῦ Ἀβραὰμ ὡς ἐν ὀλίγοις τοσαῦτα παρακείσθω. 9.21.1 Ἀπίωμεν δὲ πάλιν ἐπὶ τὸν Πολυΐστορα·
καʹ. ∆ΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΤΟΥ ΙΑΚΩΒ· ΑΠΟ ΤΗΣ ΑΥΤΗΣ ΤΟΥ ΠΟΛΥΙΣΤΟΡΟΣ
ΓΡΑΦΗΣ «∆ημήτριός φησι τὸν Ἰακὼβ γενόμενον ἐτῶν ἑβδομήκοντα πέντε φυγεῖν εἰς Χαρρὰν τῆς Μεσοποταμίας, ἀποσταλέντα ὑπὸ τῶν γονέων διὰ τὴν πρὸς τὸν ἀδελφὸν κρυφίαν ἔχθραν Ἡσαῦ, διὰ τὸ εὐλογῆσαι αὐτὸν τὸν πατέρα δοκοῦντα 9.21.2 εἶναι τὸν