67
ἅπερ ἐπιτάττει. Ἀλλὰ σφοδρότεραι ἐκεῖναι; ἀλλ' αὗται μακρότεραι· ὥστε εἰς ἴσον καταλήγει, πολλάκις δὲ καὶ σφοδρότερον. Ὅταν γὰρ καύσων ἔνδον ἐνοχλῇ καὶ φλέγῃ, καὶ τῶν ἄλλων παραινούντων ἀποσείσῃ τὴν ἐπῳδὴν, οὐχὶ μαρτυρίου στέφανον ἀνεδήσω; Ὅταν γὰρ ἐκβάλλῃς τοὺς ἐπῳδοὺς μετὰ πολλῆς τῆς ὕβρεως ἐκ τῆς οἰκίας, πάντες ἀκούσαντες ἐπαινέσονται καὶ θαυμάσονται, καὶ πρὸς ἀλλήλους ἐροῦσιν· Ὁ δεῖνα ἀῤῥωστῶν, μυρία παρακαλούντων τινῶν καὶ παραινούντων καὶ συμβουλευόντων ἐπῳδαῖς χρήσασθαι μαγικαῖς τισιν, οὐ προσήκατο, ἀλλ' εἶπεν· Βέλτιον ἀποθανεῖν οὕτως, ἢ προδοῦναι τὴν εὐσέβειαν. Εἰ δὲ ἐνταῦθα τοσοῦτοι οἱ ἔπαινοι, ἐννόησον πηλίκους ἐκεῖ λήψῃ στεφάνους, ὅταν τῶν ἀγγέλων παρόντων, τῶν ἀρχαγγέλων, παρελθὼν ὁ Χριστὸς καὶ τῆς χειρός σου λαβόμενος, εἰς μέσον περιαγάγῃ τὸ θέατρον ἐκεῖνο, καὶ πάντων ἀκουόντων, εἴπῃ· Οὗτος ὁ ἄνθρωπος πυρετῷ ποτε ληφθεὶς, μυρίων αὐτῷ παραινούντων ἀπαλλαγῆναι τοῦ πυρετοῦ, διὰ τὸ ὄνομα τὸ ἐμὸν καὶ τὸν φόβον τὸν εἰς ἐμὲ, ἵνα ἐν μηδενὶ προσκρούσῃ, διώσατο καὶ ἠτίμωσε τοὺς ὑπισχνουμένους αὐτὸν θεραπεύειν τούτῳ τῷ τρόπῳ, καὶ εἵλετο μᾶλλον ἐναποθανεῖν τῷ νοσήματι, ἢ προδοῦναι τὴν εἰς ἐμὲ εὔνοιαν. Εἰ γὰρ τοὺς ποτίσαντας αὐτὸν καὶ θρέψαντας καὶ ἐνδύσαντας εἰς μέσον παράγει, πολλῷ μᾶλλον τοὺς δι' αὐτὸν ἑλομένους ἀνέχεσθαι πυρετόν. Οὐ γάρ ἐστιν 63.654 ἴσον δοῦναι ἄρτον καὶ ἱμάτιον, καὶ νόσον μακρὰν ὑπομένειν, ἀλλὰ πολλῷ μεῖζον τοῦτο ἐκείνου· οὕτω καὶ ὁ στέφανος ἔσται λαμπρότερος. Ταῦτα καὶ ὑγιαίνοντες μελετῶμεν, καὶ πρὸς ἀλλήλους λέγωμεν. Ἀναμνήσθητι τοῦ μακαρίου Τιμοθέου, ὅτι οὐδέποτε ἐκ τῆς ἀῤῥωστίας ἀνέπνευσεν, ἀλλὰ σύντροφος ἦν διηνεκεῖ τῷ σώματι. Εἰ δὲ ὁ δίκαιος καὶ ἅγιος ἐκεῖνος, καὶ τὴν τῆς οἰκουμένης προστασίαν ἐγκεχειρισμένος, καὶ νεκροὺς ἐγείρων, καὶ δαίμονας ἐλαύνων, καὶ μυρία νοσήματα διορθωσάμενος ἐν ἑτέροις, τοσαῦτα ἔπασχε δεινὰ, τίνα ἕξεις ἀπολογίαν σὺ θορυβούμενος καὶ ἀσχάλλων ἐπὶ προσκαίροις νοσήμασι; Καὶ υἱοὶ μὲν πολλάκις πατέρων οὐδὲ δεόντως κολαζόντων αὐτοὺς, ὑπομένειν κελεύονται· σὺ δὲ οὐκ ἀνέξῃ τοῦ Θεοῦ παιδεύοντός σε, τοῦ καὶ πατέρων μᾶλλόν σε φιλοῦντος, καὶ πάντα πρὸς τὸ συμφέρον πραγματευομένου· ἀλλὰ κἂν μικρά τις γένηται νόσος, εὐθέως ἀποπηδᾷς αὐτοῦ τῆς δεσποτείας, καὶ πρὸς τοὺς δαίμονας τρέχεις; Καὶ ποίας τεύξῃ συγγνώμης; πῶς δὲ ἀπολογήσῃ τῷ Χριστῷ; πῶς αὐτὸν καλέσῃς ἐν ταῖς εὐχαῖς; ποίῳ συνειδότι λοιπὸν ἐπιβήσῃ τῆς ἐκκλησίας; ποίοις ὀφθαλμοῖς ὄψει τὸν ἱερέα; ποίᾳ χειρὶ τῆς ἱερᾶς ἅψῃ τραπέζης; ποίαις ἀκοαῖς ἀκούσῃ τῶν ἀναγινωσκομένων ἐκεῖ Γραφῶν, τοιαῦτα κατὰ σαυτοῦ πράττων παρανομήματα; πῶς δὲ δυνήσῃ τὸν Θεὸν παρακαλέσαι πάλιν; μᾶλλον δὲ οὐδὲ ἕτερος, κἂν τὴν Μωϋσέως σχῇ παῤῥησίαν, δυνήσεται περὶ σοῦ δεηθῆναι. Ἢ οὐκ ἀκούεις τί περὶ τῶν Ἰουδαίων φησὶ πρὸς τὸν Ἱερεμίαν; Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου· ὅτι ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, οὐκ εἰσακούσομαι αὐτῶν. Καὶ καθάπερ οἱ ἀνδραποδισταὶ πλακοῦντας καὶ τρωγάλια καὶ ἕτερά τινα τοιαῦτα πολλάκις τοῖς μικροῖς προτεινόμενοι παιδίοις, καὶ δελεάζοντες τῆς ἐλευθερίας αὐτὰ καὶ τῆς ζωῆς ἀποστεροῦσιν αὐτῆς· οὕτω δὴ καὶ οἱ γόητες, μέλους ὑπισχνούμενοι θεραπείαν, ὅλην τῆς ψυχῆς καταποντίζουσι τὴν σωτηρίαν. Πολλοὶ δὲ τῶν εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότων, οὐ μόνον πλοῦτον καὶ δυναστείαν καὶ ὅσα τοιαῦτα παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτοῦσιν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς ἐπαρῶνται, καί τινα τιμωρίαν ἐπενεχθῆναι αὐτοῖς ἱκετεύουσι· καὶ ὃν ἑαυτοῖς ἥμερον εἶναι καὶ φιλάνθρωπον εὔχονται, τοῦτον τοῖς ἐχθροῖς ἀνήμερον γενέσθαι καὶ ἀπάνθρωπον βούλονται. Καὶ τὸν μὲν κυβερνήτην οἱ πλέοντες οὐ κελεύουσι τοιῶσδε κατέχειν τοὺς οἴακας καὶ τὸ σκάφος ἰθύνειν, ἀλλ' ἐπὶ τῶν καταστρωμάτων καθήμενοι τῆς ἐκείνου ἐπιστήμης ἀνέχονται, οὐ μόνον ἐξ οὐρίας φερομένης τῆς νηὸς, ἀλλὰ καὶ τὸν ἔσχατον κίνδυνον ἀπειλούσης· τῷ Θεῷ δὲ μόνῳ τῷ τὰ συμφέροντα ἡμῖν ἀκριβῶς οἰκονομοῦντι παραχωρεῖν οὐκ ἀνέχονται, ἀῤῥώστῳ ἐοικότες τῷ τὸν ἰατρὸν δοῦναι αὐτῷ