μὴ ὅτι περὶ τὰ ἔξω τοῦ σώμα τος ἀσχολεῖσθαι, ὅπου μὴ δὲ ἐφοδίων φροντίσαι, μηδὲ ἐπικομίσασθαί τι τῶν οὐκ ἤδη περικειμένων τῷ σώ ματι, οἷον ὑποδήματα· ἀλλ' ἐπ' αὐτῷ πᾶσαν τίθεσθαι 72.668 τὴν φροντίδα. Ἀλλ' οὐδὲ τῆς σπουδῆς παρελκυσμόν τινα παρῆκε προσδέξασθαι, μηδὲ ἄχρι τοῦ τῶν συν τυγχανόντων ἀσπασμοῦ συγχωρήσας ἀφέλκεσθαι· ὃ καὶ πάλαι ὑπὸ Ἐλισσαίου ἐλέγετο τῷ ἀποσταλέντι, εὐθείᾳ ὁρμῇ ἐπὶ τὸ ἔργον χωρεῖν, καὶ μηδὲ εὐλο γοῦντα ἀντευλογεῖν. Ζημία γὰρ τῆς σπουδῆς ἡ πρὸς ἑτέρους ἀπόνευσις· μηδὲ τοῦτο, φησὶν, ἐμπόδιον τοῦ κηρύγματος γένηται, ὁμιλίας ἐν μέσῳ παρεμπιπτού σης, καὶ βραδύτητος προφάσει φιλίας. Μηδεμία οὖν διαβολικὴ κακουργία ὑμᾶς ἀποσπάσῃ. 9Ὑπέστρεψαν μετὰ χαρᾶς, κ.τ.λ.9 Ἐθεώρουν τὸν Σατανᾶν, κ.τ.λ.9 (B f. 102 b) Ἵνα γὰρ μὴ νομίζοιντο οἴκοθεν ἥκειν πρὸς τὸ κήρυγμα, ἐμαρτύρει ἡ δοθεῖσα αὐτοῖς τοῦ Πνεύματος χάρις· ἐπαγομένης γὰρ τῷ λόγῳ τῆς θεοσημείας, οὐδεὶς ἂν ἴσχυσεν κατ' αὐτῶν συκοφαν τίας τρόπος. Ἔχαιρον ὡς ἀξιωθέντες θαυματουργεῖν, καὶ ὑποτάσσειν τὰ δαιμόνια.(B f. 103) Τὸ ὡς ἀστραπὴν πεσεῖν, δηλοῖ τὸ ἐξ ὕψους αὐτὸν κατ ενεχθῆναι πρὸς γῆν, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος εἰς ἀσθένειαν. Πρὸ μὲν γὰρ τῆς οἰκονομίας τοῦ Σω τῆρος κατεκράτησε τῆς ὑπ' οὐρανὸν, προσκυνηθεὶς σχεδὸν παρὰ πάντων· τότε δὲ πέπτωκεν ὡς ἀστραπὴ, ὁ πάντας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους, καὶ ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων· αὐτόν· τοῦτο γὰρ μηνύει τό· "Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων·" τοὺς δαί μονας, ὄφεις καὶ σκορπίους καλῶν. 9Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ Πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν, κ.τ.λ.9 (A f. 137) Ἴδωμεν δὲ καὶ τοὺς λόγους, οὓς δι' ἡμᾶς ὑπὲρ ἡμῶν Χριστὸς ἐποιήσατο πρὸς τὸν ἑαυτοῦ Πα τέρα· "Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρα νοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις." (B f. 103 b) Ἰδοὺ, φασὶν οἱ διεστραμμένοι τὸν νοῦν, χάριν ὁμολογεῖ τῷ Πατρί· πῶς οὖν οὐκ ἐλάττων αὐ τοῦ; Καὶ τί τὸ κωλύον, ὦ βέλτιστοι, φαίη τις ἂν, τὸ ὁμοούσιον Υἱὸν ἀποδέχεσθαι, καὶ ἐπαινεῖν τὸν ἑαυ τοῦ Πατέρα, σώζοντα δι' αὐτοῦ τὴν ὑπ' οὐρανόν; Εἰ δὲ νομίζεις διὰ τὴν ἐξομολόγησιν ἐλάττονα εἶναι, ἄκουσον τῶν ἑξῆς. Κύριον οὐρανοῦ καὶ γῆς τὸν ἑαυ τοῦ καλεῖ Πατέρα· ὁ Υἱὸς δὲ τοῦ τῶν ὅλων κρατοῦν τος Θεοῦ, πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων, καὶ ἐπάνω πάντων ἐστὶν ὡς Θεὸς ἐκ Θεοῦ, καὶ τὴν κατὰ πᾶν ὁτιοῦν ἰσότητα πρὸς αὐτὸν ἔχων οὐσιωδῶς. 72.669 (A f. 137 b. B f. 104) Ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς καὶ Πατὴρ τὸ πρὸ τῆς τοῦ κόσμου καταβολῆς κε κρυμμένον καὶ σεσιγημένον παρ' αὐτῷ μυστήριον· δῆλον δὲ, ὅτι τὸ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονο γενοῦς, ὃ προεγνώσθη μὲν πρὸ καταβολῆς κόσμου, πεφανέρωται δὲ τοῖς ἐπὶ γῆς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Γράφει γοῦν ὁ μακάριος Παῦλος, ὅτι "Ἐμοὶ, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων, ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ. οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι." Οὐκοῦν ἐν τῇ τοῦ Πατρὸς γνώσει ἐκέκρυπτο καὶ πρὸ τῆς τοῦ κόσμου καταβο λῆς, τὸ σεπτὸν καὶ μέγα τοῦ Σωτῆρος ἡμῶν μυστή ριον· οὕτω καὶ ἡμεῖς προεγνώσθημεν καὶ προωρίσθη μεν εἰς υἱοθεσίαν. Καὶ τοῦτο πάλιν ἡμᾶς ὁ σοφώτατος Παῦλος διδάξει γράφων· "Εὐλογητὸς ὁ Θεὸς καὶ Πα τὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν ἐπουρανίοις ἐν Χριστῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορί σας ἡμᾶς εἰς υἱοθεσίαν, διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐ τόν." Ἡμῖν οὖν ἄρα τοῖς νηπίοις τὸ κεκρυμμένον καὶ σεσιγημένον ἐκ τῶν αἰώνων μυστήριον ἀπεκά λυψεν ὁ Πατήρ. Καί τοι πρὸ ἡμῶν πλεῖστοί τε ὅσοι καὶ ἀριθμοῦ κρείττονες ἦσαν κατὰ τόνδε τὸν βίον ἄνδρες τό γε ἧκον ἐν λόγοις σοφοί· ἀλλ' ὡς ὁ