68
Ἡσαῦ, καὶ ὅπως λάβῃ ἐκεῖθεν γυναῖκα. ἀφορμῆσαι οὖν τὸν Ἰακὼβ εἰς Χαρρὰν τῆς Μεσοποταμίας, τὸν μὲν πατέρα καταλιπόντα Ἰσαὰκ 9.21.3 ἐτῶν ἑκατὸν τριάκοντα ἑπτά, αὐτὸν δὲ ὄντα ἐτῶν ἑβδομήκοντα ἑπτά. διατρίψαντα οὖν αὐτὸν ἐκεῖ ἑπτὰ ἔτη Λάβαν τοῦ μητρῴου δύο θυγατέρας γῆμαι, Λείαν καὶ Ῥαχήλ, ὄντα ἐτῶν ὀγδοήκοντα τεσσάρων· καὶ γενέσθαι ἐν ἑπτὰ ἔτεσιν ἄλλοις αὐτῷ παιδία ιβʹ· ὀγδόῳ μὲν ἔτει μηνὶ δεκάτῳ Ῥουβίν· καὶ τῷ ἔτει δὲ τῷ ἐνάτῳ μηνὶ ὀγδόῳ Συμεών· καὶ τῷ ἔτει δὲ τῷ δεκάτῳ μηνὶ ἕκτῳ Λευίν· τῷ δὲ ἑνδεκάτῳ ἔτει μηνὶ τετάρτῳ Ἰούδαν. Ῥαχήλ τε μὴ τίκτουσανζηλῶσαι τὴν ἀδελφὴν καὶ παρακοιμίσαι τῷ Ἰακὼβ τὴν ἑαυτῆς παιδίσκην Ζελφάν, τῷ αὐτῷ χρόνῳ ᾧ καὶ Βάλλαν συλλαβεῖν τὸν Νεφθαλείμ, τῷ ἑνδεκάτῳ ἔτει μηνὶ πέμπτῳ, καὶ τεκεῖν τῷ δωδεκάτῳ ἔτει μηνὶ δευτέρῳ υἱόν, ὃν ὑπὸ Λείας Γὰδ ὀνομασθῆναι· καὶ ἐκ τῆς αὐτῆς τοῦ αὐτοῦ ἔτους καὶ μηνὸς δωδεκάτου 9.21.4 ἕτερον τεκεῖν, ὃν καὶ αὐτὸν προσαγορευθῆναι ὑπὸ Λείας Ἀσήρ. καὶ Λείαν πάλιν ἀντὶ τῶν μήλων τῶν μανδραγόρου, ἃ Ῥουβὴλ εἰσενεγκεῖν παρὰ Ῥαχήλ, συλλαβεῖν καὶ τὴν παιδίσκην Ζελφὰν τῷ αὐτῷ χρόνῳ, τῷ δωδεκάτῳ ἔτει μηνὶ τρίτῳ, καὶ τεκεῖν τοῦ αὐτοῦ ἔτους μηνὸς δωδεκάτου υἱὸν καὶ ὄνομα αὐτῷ θέσθαι 9.21.5 Ἰσσάχαρ. καὶ πάλιν Λείαν τῷ τρισκαιδεκάτῳ ἔτει μηνὶ δεκάτῳ υἱὸν ἄλλον τεκεῖν, ᾧ ὄνομα Ζαβουλών, καὶ τὴν αὐτὴν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ ὀγδόῳ τεκεῖν υἱὸν ὄνομα ∆άν. ἐν ᾧ καὶ Ῥαχὴλ λαβεῖν ἐν γαστρὶ τῷ αὐτῷ χρόνῳ, ᾧ καὶ Λείαν τεκεῖν θυγατέρα ∆είναν, καὶ τεκεῖν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ ὀγδόῳ υἱόν, ὃν ὀνομασθῆναι Ἰωσήφ, ὥστε γεγονέναι ἐν τοῖς ἑπτὰ ἔτεσι 9.21.6 τοῖς παρὰ Λάβαν δώδεκα παιδία. θέλοντα δὲ τὸν Ἰακὼβ πρὸς τὸν πατέρα εἰς Χαναὰν ἀπιέναι, ἀξιωθέντα ὑπὸ Λάβαν ἄλλα ἔτη ἓξ μεῖναι, ὥστε τὰ πάντα 9.21.7 αὐτὸν μεῖναι ἐν Χαρρὰν παρὰ Λάβαν ἔτη εἴκοσι. πορευομένῳ δ' αὐτῷ εἰς Χαναὰν ἄγγελον τοῦ θεοῦ παλαῖσαι καὶ ἅψασθαι τοῦ πλάτους τοῦ μηροῦ τοῦ Ἰακώβ, τὸν δὲ ναρκήσαντα ἐπισκάζειν· ὅθεν οὐκ ἐσθίεσθαι τῶν κτηνῶν τὸ ἐν τοῖς μηροῖς νεῦρον. καὶ φάναι αὐτῷ τὸν ἄγγελον ἀπὸ τοῦδε μηκέτι Ἰακώβ, 9.21.8 ἀλλ' Ἰσραὴλ ὀνομασθήσεσθαι. καὶ ἐλθεῖν αὐτὸν τῆς Χαναὰν γῆς εἰς ἑτέραν πόλιν Σικίμων, ἔχοντα παιδία Ῥουβὶμ ἐτῶν δώδεκα μηνῶν δυοῖν, Συμεῶνα ἐτῶν ἕνδεκα μηνῶν τεσσάρων, Λευὶν ἐτῶν δέκα μηνῶν ἕξ, Ἰούδαν ἐτῶν ἐννέα μηνῶν ὀκτώ, Νεφθαλεὶμ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Γὰδ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Ἀσὴρ ἐτῶν ὀκτώ, Ἰσσάχαρ ἐτῶν ὀκτώ, Ζαβουλὼν ἐτῶν ἑπτὰ μηνῶν δυοῖν, 9.21.9 ∆είναν ἐτῶν ἓξ μηνῶν τεσσάρων, Ἰωσὴφ ἐτῶν ἓξ μηνῶν τεσσάρων. παροικῆσαι δὲ Ἰσραὴλ παρὰ Ἐμμὼρ ἔτη δέκα, καὶ φθαρῆναι τὴν Ἰσραὴλ θυγατέρα ∆είναν ὑπὸ Συχὲμ τοῦ Ἐμμὼρ υἱοῦ, ἐτῶν οὖσαν δεκαὲξ μηνῶν τεσσά ρων. ἐξαλλομένους δὲ τοὺς Ἰσραὴλ υἱούς, Συμεῶνα μὲν ὄντα ἐτῶν εἰκοσιενὸς μηνῶν τεσσάρων, Λευὶν δὲ ἐτῶν εἴκοσι μηνῶν ἕξ, ἀποκτεῖναι τόν τε Ἐμμὼρ καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ καὶ πάντας τοὺς ἄρσενας διὰ τὴν ∆είνας φθοράν· 9.21.10 Ἰακὼβ δὲ τότε εἶναι ἐτῶν ἑκατὸν ἑπτά. ἐλθόντα τε οὖν αὐτὸν εἰς Λουζὰ τῆς Βαιθήλ, φάναι τὸν θεὸν μηκέτι Ἰακώβ, ἀλλ' Ἰσραὴλ ὀνομάζεσθαι. ἐκεῖθεν δὲ ἐλθεῖν εἰς Χαφραθά, ἔνθεν παραγενέσθαι εἰς Ἐφραθά, ἣν εἶναι Βηθλεέμ, καὶ γεννῆσαι αὐτὸν ἐκεῖ Βενιαμίν, καὶ τελευτῆσαι Ῥαχήλ, τεκοῦσαν τὸν Βενια9.21.11 μίν, συμβιῶσαι δ' αὐτῇ τὸν Ἰακὼβ ἔτη εἴκοσι τρία. αὐτόθεν δὲ ἐλθεῖν τὸν Ἰακὼβ εἰς Μαμβρὶ τῆς Χεβρὼν πρὸς Ἰσαὰκ τὸν πατέρα. εἶναι δὲ τότε Ἰωσὴφἐτῶν δεκαεπτά, καὶ πραθῆναι αὐτὸν εἰς Αἴγυπτον καὶ ἐν τῷ δεσμωτηρίῳ μεῖναι ἔτη δεκατρία, ὥστ' εἶναι αὐτὸν ἐτῶν τριάκοντα, Ἰακὼβ δὲ ἐτῶν ἑκατὸν εἴκοσιν, ἐν ᾧ καὶ τελευτῆσαι τὸν Ἰσαὰκ ἔτει ἑνὶ ἔμπροσθεν, ἐτῶν ὄντα ἑκατὸν 9.21.12 ὀγδοήκοντα. κρίναντα δὲ τῷ βασιλεῖ τὸν Ἰωσὴφ τὰ ἐνύπνια ἄρξαι Αἰγύπτου ἔτη ἑπτά, ἐν οἷς καὶ συνοικῆσαι Ἀσενέθ, Πεντεφρῆ τοῦ Ἡλιουπόλεως ἱερέως θυγατρί, καὶ γεννῆσαι Μανασσῆν καὶ Ἐφραΐμ· καὶ τοῦ λιμοῦ ἐπιγενέσθαι ἔτη 9.21.13