68
παρακαλοῦντι, οὐχ ὅσα λύει τὴν νόσον, ἀλλ' ὅσα τρέφει τὴν ὕλην τὴν τῆς νόσου μητέρα. Ἀλλ' οὐκ ἀνέξεται ὁ ἰατρὸς τῆς τοῦ κάμνοντος ἱκεσίας, ἀλλὰ κἂν δακρύοντα ἴδῃ καὶ ὀλοφυρόμενον, τῷ νόμῳ τῆς τέχνης ἀκολουθεῖ μᾶλλον, ἢ τοῖς τούτου δάκρυσιν ἐπικάμπτεται· καὶ τὴν ἀπείθειαν οὐκ ἀπανθρωπίαν, ἀλλὰ φιλανθρωπίαν ὀνομάζομεν· πειθόμενος γὰρ τῷ νοσοῦντι, καὶ τὰ πρὸς ἡδονὴν χαριζόμενος, τὰ πολεμίων εἰς αὐτὸν ἐργάζεται· ἀντιτείνων δὲ καὶ τῇ ἐπιθυμίᾳ μαχόμενος τῇ ἐκείνου, ἐλέῳ κέχρηται ταὶ φιλανθρωπίᾳ. Ἀλλὰ καὶ οἱ φιλόστοργοι πατέρες τοῖς κομιδῇ νηπίοις μαχαίρας ἐπιζητοῦσιν, ἢ πυρὸς ἄνθρακας, οὐδαμῶς ὀρέγειν ἀνέχονται· ἴσασι γὰρ σαφῶς βλαβερὰν οὖσαν αὐτοῖς 63.655 τὴν τούτων ἐπίδοσιν. Οὕτω καὶ ὁ Θεὸς τοῖς αἰτοῦσιν ὡς ὠφέλιμα τὰ ὀλέθρια οὐκ ἀνέχεται δοῦναι, ὡς εἰς βλάβην αὐτοῖς γινώσκων ἐσόμενα. Οἶμαι καὶ τοὺς ἀρχαίους τῶν ἰατρῶν οὐχ ἁπλῶς οὐδὲ ἀλόγως νομοθετῆσαι, δημοσιεύεσθαι τὴν τῶν ποικίλων ἐργαλείων ἐπίδειξιν, ἀλλ' ἵνα τοὺς ὑγιαίνοντας ἀσφαλίζωνται, προδεικνύντες αὐτοῖς, ὁπόσων ἀτακτοῦντες δεήσονται. Τὸν Χριστὸν τοίνυν καὶ γεέννης φοβερώτερον ἡμῖν εἶναι δεῖ, καὶ βασιλείας ποθεινότερον· κἂν νοσήσωμεν, βέλτιον ἐν ταῖς ἀῤῥωστίαις μεῖναι ἢ διὰ τὴν ἀπαλλαγὴν τῆς ἀσθενείας εἰς ἀσέβειαν καταπεσεῖν. Κἂν γὰρ θεραπεύσῃ γόης, μεῖζον κατέβλαψεν ἢ ὠφέλησεν· ὠφέλησε μὲν γὰρ πολλάκις τὸ σῶμα, τὸ πάντως ἀποθανούμενον μικρὸν ὕστερον καὶ σήπεσθαι μέλλον, κατέβλαψε δὲ τὴν ψυχὴν τὴν ἀθάνατον. Τὸν γὰρ οὐκ ἰατρὸν βέλτιον μηδὲ ἔχειν φάρμακα· ὁ μὲν οὖν μὴ ἔχων οὔτε σώζει, οὔτε ἀπόλλυσιν, ὁ δὲ ἔχων ἀπόλλυσιν, οὐκ εἰδὼς ὅπως χρήσεται· ἐπειδὴ οὐκ ἐν τῇ φύσει τῶν φαρμάκων ἐστὶν ἡ σωτηρία μόνον, ἀλλὰ καὶ ἐν τῇ τέχνῃ τοῦ προσάγοντος. Οὐκ ἄρα τὸ ὄνομα ἔχειν ἰατροῦ, ἰατρόν ἐστιν εἶναι. Ἤκουσας τὰ περὶ τοῦ Λαζάρου, πῶς λιμῷ καὶ νόσῳ καὶ ἐρημίᾳ πάντα τὸν αὑτοῦ χρόνον ἐπάλαισεν, ὡς καὶ αὐτὴν τὴν ζωὴν καταλῦσαι ἐν τῷ τοῦ πλουσίου πυλῶνι, καταφρονούμενος, λιμώττων, τοῖς κυσὶ βορὰ προκείμενος; Οὕτω γὰρ αὐτοῦ τὸ σῶμα παρεῖτο, ὡς μηδὲ τοὺς κύνας ἀποσοβεῖν δύνασθαι ἐπιόντας, καὶ τὰ τραύματα λιχμωμένους· ἀλλ' ὅμως οὐκ ἐπῳδὸν ἐζήτησεν, οὐ πέταλα περιῆψεν, οὐ μαγγανείας ἐκίνησεν, οὐ γόητας πρὸς ἑαυτὸν ἐκάλεσεν, οὐκ ἄλλο τι τῶν κεκωλυμένων ἐποίησεν· ἀλλ' εἵλετο μᾶλλον ἐναποθανεῖν τοῖς κακοῖς ἐκείνοις, ἢ τῆς εὐσεβείας μικρόν τι προδοῦναι μέρος. Τίνα οὖν ἕξομεν συγγνώμην ἡμεῖς, τοσαῦτα πάσχοντος ἐκείνου δεινὰ καὶ καρτεροῦντος, εἰ διὰ πυρετὸν ἢ τραύματα φαρμακοὺς καὶ γόητας εἰς τὰς οἰκίας καλοῦμεν τὰς ἑαυτῶν; Πολλοὶ μὲν γὰρ πολλάκις ἀῤῥωστοῦσιν, ἀλλὰ τῆς ἀναγκαίας εὐποροῦσι τροφῆς· ἄλλοι πενίᾳ συζῶσιν ἐσχάτῃ, ἀλλ' ὑγείας ἀπολαύουσιν· ὁ δὲ Λάζαρος οὕτως ἦν ἐξησθενηκὼς, ὡς μηδὲ τοὺς κύνας ἀποσοβῆσαι δύνασθαι, ἀλλὰ νεκρὸς ἔμψυχος ἔκειτο, ἐπιόντας μὲν αὐτοὺς θεωρῶν, ἀμύνασθαι δὲ οὐκ ἰσχύων· οὕτως αὐτῷ τὰ μέλη παρεῖτο, οὕτω τεταρίχευτο τῇ ἀῤῥωστίᾳ, οὕτω δεδαπάνητο τῷ πειρασμῷ. Εἰ δὲ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον καὶ δεινὸν, ὅταν ὁμοῦ συμπεπλεγμένα ᾖ, πῶς οὐκ ἀδάμας τις ἦν ὁ ταῦτα ὑπομένων; Εἰ μὲν γὰρ ἐπὶ τῆς ἐρήμου καὶ τῆς ἀοικήτου κείμενος ταῦτα ἔπασχε, καὶ παρεωρᾶτο, οὐκ ἂν οὕτως ἤλγησε· τὸ γὰρ μηδένα παρεῖναι καὶ ἄκοντα φέρειν ἔπειθε τὰ συμβαίνοντα· τὸ δὲ ἐν μέσῳ τοσούτων κείμενον καὶ εὐημερούντων παρὰ μηδενὸς μηδὲ τῆς τυχούσης ἐπιμελείας τυγχάνειν, δριμυτέραν ἐποίει τῶν ὀδυνῶν γίνεσθαι τὴν αἴσθησιν. Ἐννόησον οἷον εἰκὸς αὐτὸν εἶναι ὁρῶντα παρασίτους, κόλακας, καταβαίνοντας, ἀναβαίνοντας, ἐξιόντας, εἰσιόντας, θορυβοῦντας, μεθύοντας. Ἡμεῖς μὲν γὰρ, κἂν μυρία πάθωμεν δεινὰ, ἀλλ' ἔχομεν πρὸς ἐκεῖνον ἰδόντες, ἱκανὴν 63.656 δέχεσθαι παράκλησιν· τὸ γὰρ κοινωνοὺς εὑρίσκειν τῶν οἰκείων κακῶν, πολλὴν φέρει τοῖς ὀδυνωμένοις παράκλησιν· ἐκεῖνος δὲ οὐδένα ἕτερον εἶχεν ἰδεῖν τὸν τὰ αὐτὰ αὐτῷ παθόντα, ἀλλὰ καὶ μέχρι τοῦ παρόντος βίου τὰ παρόντα ἐνόμιζε συγκεκλεῖσθαι πράγματα· τῶν γὰρ πρὸ τῆς χάριτος ἦν. Εἰ δὲ νῦν ἐφ' ἡμῶν μετὰ τοσαύτην θεογνωσίαν, καὶ τὰς χρηστὰς τῆς