Παῦλός φησιν, "Ἐματαιώθησαν ἐν διαλογισμοῖς αὐτῶν, καὶ ἐσκο τίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀν θρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπε τῶν· ταύτης ἕνεκα τῆς αἰτίας, παρεδόθησαν εἰς ἀδόκιμον νοῦν, καὶ οὐκ ἐγνώρισεν αὐτοῖς τὸ μυστή ριον." Γέγραπται δὲ καὶ ἡμῖν· "Εἴ τις δοκεῖ ἐν τῷ κόσμῳ σοφὸς εἶναι, μωρὸς γενέσθω, ἵνα γένηται σο φός· ἡ γὰρ τοῦ κόσμου τούτου σοφία, μωρία παρὰ τῷ Θεῷ ἐστιν." Οὐκοῦν ἀληθὲς εἰπεῖν, ὅτι ὁ ψιλὴν καὶ μόνην ἔχων τὴν τοῦ κόσμου σοφίαν, μωρός ἐστι καὶ ἀσύνετος παρὰ Θεῷ· ὁ δὲ μωρὸς εἶναι δοκῶν παρὰ τοῖς τοῦ κόσμου σοφοῖς, ἔχων δὲ εἰς νοῦν καὶ καρδίαν τῆς ἀληθοῦς θεοπτίας τὸ φῶς, οὗτος σοφός ἐστιν παρὰ τῷ Θεῷ. Οὐκοῦν τοῖς δοκοῦσιν εἶναι μω ροῖς, ἤγουν ἄκακον καὶ νηπιάζουσαν ἐπὶ κακίᾳ τὴν διά νοιαν ἔχουσιν, ἀπεκάλυψεν ὁ Πατὴρ τὸν Υἱὸν, ἅτε δὴ καὶ προεγνωσμένοις καὶ προωρισμένοις εἰς υἱοθεσίαν. Οὐκ ἀπίθανον δὲ, ὥς γε οἶμαι, κἀκεῖνο τούτοις ἐπενεγκεῖν. Οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, καὶ 72.672 οἱ τῶν Ἰουδαϊκῶν κρατοῦντες ταγμάτων, νομομα θείας δόκησιν ἔχοντες, ἐνομίζοντό τινες εἶναι σοφοί· ἀλλ' οὐκ ὄντες τοιοῦτοι κατὰ τὸ ἀληθὲς, δι' αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων. Καὶ γοῦν ὁ προφήτης Ἱερεμίας οὕτω πού φησι πρὸς αὐτούς· "Πῶς ἐρεῖτε ὡς Σοφοί ἐσμεν ἡμεῖς, καὶ λόγος Κυρίου μεθ' ἡμῶν ἐστιν; Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμμα τεῦσιν· ᾐσχύνθησαν σοφοὶ, ἐπτοήθησαν, καὶ ἑάλω σαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν;" Ἐπειδὴ δὲ ἀπεδοκίμασαν αὐτοὶ τοῦ Σωτῆρος τὸν λόγον, τουτέστι τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ἤγουν τὸν τοῦ Θεοῦ καὶ Πατρὸς Λόγον, τὸν δι' ἡμᾶς γενόμενον ἄνθρωπον, αὐτοὶ γε γόνασιν ἀδόκιμοι· ἔφη οὖν Ἱερεμίας περὶ αὐτῶν· "Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος·" Κέκρυπται καὶ ἀπὸ τούτων τὸ Χριστοῦ μυστήριον· καὶ γοῦν ἔφη που τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Κύριος περὶ αὐτῶν· "Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν· ἐκείνοις δὲ οὐ δέδοται." Ὑμῖν δὲ τίσι; Τοῖς πιστεύσασι δηλονότι, τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, τοῖς τὸν νόμον νοοῦσι πνευματικῶς, τούτοις εὐδόκησεν ὁ Πατὴρ ἀποκαλύψαι τὸν ἴδιον Υἱόν. 9Πάντα παρεδόθη μοι ὑπὸ τοῦ Πατρός μου.9 (A f. 139, B f. 104) Ἐμφανίζει γοῦν πάλιν ἡμῖν τὴν ἑαυτοῦ δόξαν, καὶ τῆς θεοπρεποῦς ὑπεροχῆς τὸ ἀξίωμα, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχ νὲς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ὅση τε γέγο νεν ἐντεῦθεν ἡ ὄνησις, τοῖς ἐπὶ τῆς γῆς καθίστησιν ἐναργές· "Πάντα μοι, φησὶ, παρεδόθη ὑπὸ τοῦ Πατρός μου." Ἦν μὲν γὰρ καὶ ἔστιν οὐρανοῦ τε καὶ γῆς Κύριος, καὶ σύνθρονος τῷ Πατρὶ, καὶ συγ κατάρχων αὐτῷ τῶν ὅλων. Ἐπειδὴ καὶ καθεὶς ἑαυ τὸν ἐν τοῖς καθ' ἡμᾶς κεχρημάτικεν ἄνθρωπος, δια λέγεται πάλιν οὐκ ἀπεικότως τῇ μετὰ σαρκὸς οἰκο νομίᾳ, καὶ τὰς πρεπούσας τοῖς τῆς κενώσεως μέτροις οὐ παραιτεῖται φωνὰς, ἵνα πιστεύηται γεγονὼς καθ' ἡμᾶς, καὶ τὴν ἡμῶν φορέσας πτωχείαν. Ὁ τοίνυν οὐρανοῦ τε καὶ γῆς, καὶ συλλήβδην τῶν ὅλων Κύριος, ἑαυτῷ πάντα παραδεδόσθαι φησὶν ὑπὸ τοῦ Πατρός· κεκυρίευκε γὰρ τῆς ὑπ' οὐρανόν. Ἀλλὰ τοῦτο εἰπὼν, ἄνεισιν εὐθὺς εἰς τὴν ἑαυτοῦ δόξαν καὶ ὑπεροχήν· καὶ διαδείκνυσι κατ' οὐδένα τρόπον, τοῦ ἰδίου Πα τρὸς ἑαυτὸν ἡττώμενον· τί γὰρ ἔφη πρὸς ἐκεῖνον; Καὶ οὐδεὶς γινώσκει τὴν τοῦ Πατρὸς φύσιν ἀδι δάκτως, φησὶν, εἰ μὴ ὁ Υἱός· οὐδὲ τὸν ὁμοούσιον αὐτῷ Υἱὸν εἶδέ τις, εἰ μὴ ὁ Πατήρ· ὅσοι δι' ἀποκα λύψεως ἔγνωσαν τὸν Θεὸν, οὗτοι οὐ τί ἐστιν ἔγνωσαν, ἀλλ' ὅτι ἔστιν.(A f. 139 b, B f. 104 b) Οἱ τοί νυν τὰς πρώτας λέξεις, τὰς λεγούσας, "Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρὸς, εἰς ὕφεσιν ἐκλαμβάνοντες τοῦ Υἱοῦ, μανθανέτωσαν διὰ τῶν ἐφεξῆς τὴν κατὰ πᾶν ὁτιοῦν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἀπαραλλα ξίαν. Πῶς γὰρ οὐδενὸς εἰδότος, καθά φησι, τὸν Υἱὸν, εἰ μὴ