69
δύο. τὸν δὲ Ἰωσὴφ ἔτη ἐννέα εὐτυχήσαντα πρὸς τὸν πατέρα μὴ πέμψαι, διὰ τὸ ποιμένα αὐτόν τε καὶ τοὺς ἀδελφοὺς εἶναι· ἐπονείδιστον δὲ Αἰγυπτίοις εἶναι τὸ ποιμαίνειν. ὅτι δὲ διὰ τοῦτο οὐκ ἔπεμψεν αὐτὸν δεδηλωκέναι· ἐλθόντων γὰρ αὐτοῦ τῶν συγγενῶν φάναι αὐτοῖς, ἐὰν κληθῶσιν ὑπὸ τοῦ βασιλέως καὶ ἐρω9.21.14 τῶνται τί διαπράσσονται, λέγειν κτηνοτρόφους αὐτοὺς εἶναι. διαπορεῖσθαι δὲ διὰ τί ποτε ὁ Ἰωσὴφ Βενιαμὶν ἐπὶ τοῦ ἀρίστου πενταπλασίονα μερίδα ἔδωκε, μὴ δυναμένου αὐτοῦ τοσαῦτα καταναλῶσαι κρέα. τοῦτο οὖν αὐτὸν πεποιηκέναι διὰ τὸ ἐκ τῆς Λείας τῷ πατρὶ αὐτοῦ γεγονέναι υἱοὺς ἑπτά, ἐκ δὲ Ῥαχὴλ τῆς μητρὸς αὐτοῦ δύο· διὰ τοῦτο τῷ Βενιαμὶν πέντε μερίδας παραθεῖναι καὶ αὐτὸν λαβεῖν δύο· γενέσθαι οὖν ἑπτά, ὅσας καὶ τοὺς ἐκ τῆς Λείας υἱοὺς λαβεῖν. 9.21.15 ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ τὰς στολὰς δοῦναι ἑκάστῳ διπλᾶς, τῷ δὲ Βενιαμὶν πέντε καὶ τριακοσίους χρυσοῦς καὶ τῷ πατρὶ δὲ ἀποστεῖλαι κατὰ ταὐτά, ὥστε τὸν 9.21.16 οἶκον αὐτοῦ τῆς μητρὸς εἶναι ἴσον. οἰκῆσαι δὲ αὐτοὺς ἐν γῇ Χαναάν, ἀφ' οὗ ἐκλεγῆναι Ἁβραὰμ ἐκ τῶν ἐθνῶν καὶ μετελθεῖν εἰς Χαναάν, Ἁβραὰμ ἐτῶν εἴκοσι πέντε, Ἰσαὰκ ἐτῶν ἑξήκοντα, Ἰακὼβ ἐτῶν ἑκατὸν τριάκοντα· γίνεσθαι 9.21.17 τὰ πάντα ἔτη ἐν γῇ Χαναὰν σιεʹ. καὶ τῷ τρίτῳ ἔτει λιμοῦ οὔσης ἐν Αἰγύπτῳ ἐλθεῖν εἰς Αἴγυπτον τὸν Ἰακὼβ ὄντα ἐτῶν ἑκατὸν τριάκοντα, Ῥουβὶν ἐτῶν μεʹ, Συμεῶνα ἐτῶν μδʹ, Λευὶν ἐτῶν μγʹ, Ἰούδαν ἐτῶν μβʹ μηνῶν δύο, Νεφθαλεὶμ ἐτῶν μαʹ μηνῶν ζʹ, Γὰδ ἐτῶν μαʹ μηνῶν γʹ, Ἀσὴρ ἐτῶν μʹ μηνῶν ὀκτώ, Ζα9.21.18 βουλὼν ἐτῶν μʹ, ∆είναν ἐτῶν λθʹ, Βενιαμὶν ἐτῶν κηʹ. τὸν δὲ Ἰωσήφ φησι γενέσθαι ἐν Αἰγύπτῳ ἔτη λθʹ. εἶναι δὲ ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ εἰσελθεῖν εἰς Αἴγυπτον τοὺς τοῦ Ἰωσὴφ συγγενεῖς ἔτη #22γχκδʹ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς Ἰακὼβ παρουσίας εἰς Αἴγυπτον ἔτη #22ατξʹ· ἀφ' οὗ δὲ ἐκλεγῆναι Ἁβραὰμ ἐκ τῶν ἐθνῶν καὶ ἐλθεῖν ἐκ Χαρρὰν εἰς Χαναὰν ἕως εἰς Αἴγυπτον τοὺς περὶ 9.21.19 Ἰακὼβ ἐλθεῖν, ἔτη σιεʹ. Ἰακὼβ δὲ εἰς Χαρρὰν πρὸς Λάβαν ἐλθεῖν ἐτῶν ὄντα πʹ καὶ γεννῆσαι Λευίν· Λευὶν δὲ ἐν Αἰγύπτῳ ἐπιγενέσθαι ἔτη ιζʹ, ἀφ' οὗ ἐκ Χαναὰν αὐτὸν ἐλθεῖν εἰς Αἴγυπτον, ὥστε εἶναι αὐτὸν ἐτῶν ξʹ, καὶ γεννῆσαι Κλάθ, τῷ αὐτῷ δὲ ἔτει ᾧ γενέσθαι Κλάθ, τελευτῆσαι Ἰακὼβ ἐν Αἰγύπτῳ, εὐλογήσαντα τοὺς Ἰωσὴφ υἱούς, ὄντα ἐτῶν ρμζʹ, καταλιπόντα Ἰωσὴφ ὄντα ἐτῶν νʹ. Λευὶν δὲ γενόμενον ἐτῶν ρλζʹ τελευτῆσαι, Κλὰθ δὲ ὄντα ἐτῶν μʹ γεννῆσαι Ἀμβράμ, ὃν ἐτῶν εἶναι ιδʹ ἐν ᾧ τελευτῆσαι Ἰωσὴφ ἐν Αἰγύπτῳ ὄντα ριʹ ἐτῶν· Κλὰθ δὲ γενόμενον ἐτῶν ἑκατὸν λγʹ τελευτῆσαι. Ἀμβρὰμ δὲ λαβεῖν γυναῖκα τὴν τοῦ θείου θυγατέρα Ἰωχαβὲτ καὶ ὄντα ἐνιαυτῶν οεʹ γεννῆσαι Ἀαρὼν καὶ Μωσῆν· γεννῆσαι δὲ Μωσῆν τὸν Ἀμβρὰμ ὄντα ἐτῶν οηʹ, καὶ γενόμενον Ἀμβρὰμἐτῶν ρλʹ τελευτῆσαι.» Ταῦτά μοι κείσθω ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυΐστορος γραφῆς. ἑξῆς δ' ἐπισυνήφθω καὶ τάδε· 9.22.1
κβʹ. ΘΕΟ∆ΟΤΟΥ ΠΕΡΙ ΤΟΥ ΙΑΚΩΒ «Τὰ δὲ Σίκιμά φησι Θεόδοτος ἐν τῷ περὶ Ἰουδαίων ἀπὸ Σικιμίου τοῦ Ἑρμοῦ λαβεῖν τὴν ὀνομασίαν· τοῦτον γὰρ καὶ κτίσαι τὴν πόλιν· κεῖσθαι δ' αὐτήν φησιν ἐν τῇ περὶ Ἰουδαίων οὕτως· «Ἡ δ' ἄρ' ἔην ἀγαθή τε καὶ αἰγινόμος καὶ ὑδρηλή, οὐδὲ μὲν ἔσκεν ὁδὸς δολιχὴ πόλιν εἰσαφικέσθαι ἀγρόθεν· οὐδέ ποτε δρία λαχνήεντα πονεῦσιν. ἐξ αὐτῆς δὲ μάλ' ἄγχι δύ' οὔρεα φαίνετ' ἐρυμνά, ποίης τε πλήθοντα καὶ ὕλης· τῶν δὲ μεσηγὺ ἀτραπιτὸς τέτμηται ἀραιή αὐλῶπις· ἐν δ' ἑτέρωθι ἡ διερὴ Σικίμων καταφαίνεται, ἱερὸν ἄστυ, νέρθεν ὑπὸ ῥίζῃ δεδμημένον, ἀμφὶ δὲ τεῖχος λισσὸν ὑπώρειαν ὑποδέδρομεν αἰπύθεν ἕρκος.» 9.22.2 ὕστερον δέ φησιν αὐτὴν ὑπὸ Ἑβραίων κατασχεθῆναι, δυναστεύοντος Ἐμμώρ· τὸν γὰρ Ἐμμὼρ υἱὸν γεννῆσαι Συχέμ. φησὶ δέ· «Ἐνθένδε, ξένε,