1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

69

ἀναστάσεως ἐλπίδας, καὶ τὰ ἡτοιμασμένα τοῖς κατορθοῦσιν ἀγαθὰ, οὕτω μικροψύχως τινὲς διάκεινται, ὡς μηδὲ ταύταις διορθοῦσθαι ταῖς προσδοκίαις· τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν; Ζηλώσωμεν τὸν Λάζαρον καὶ πλούσιοι καὶ πένητες. Οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς μόνον, ἀλλὰ καὶ πολλῷ πλείους ἄθλους ἀρετῆς ὑπέμεινε, τὴν πενίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὴν ἀῤῥωστίαν, τὸ μὴ μέχρι δύο καὶ τριῶν ἡμερῶν, ἀλλὰ διὰ παντὸς τοῦ βίου, καὶ ἑαυτὸν ἐν τούτοις, καὶ τὸν πλούσιον ἐν τοῖς ἐναντίοις ὁρᾷν· τὸ μὴ πρὸς Λάζαρον ἕτερον ἔχειν ἰδεῖν, τὸ μηδὲν περὶ ἀναστάσεως δύνασθαι φιλοσοφεῖν, τὸ μετὰ τῶν εἰρημένων κακῶν καὶ πονηρὰν παρὰ τοῖς πολλοῖς ἔχειν ὑπόληψιν ἀπὸ τῶν συμφορῶν ἐκείνων. Τίνα οὖν ἕξομεν ἀπολογίαν, εἰ τούτου πάντα ὁμοῦ τὰ δεινὰ μετὰ τοσαύτης φέροντος ἀνδρείας, ἡμεῖς μηδὲ τὰ ἡμίση τούτου οἴσομεν; Οὐ γὰρ ἔχεις, οὐκ ἔχεις δεῖξαι οὐδὲ εἰπεῖν ἄλλον τινὰ τοσαῦτα καὶ τοιαῦτα πεπονθότα κακά. ∆ιὰ γὰρ τοῦτο αὐτὸν καὶ εἰς μέσον προὔθηκεν ὁ Χριστὸς, ἵνα, ὅπουπερ ἂν ἐμπέσωμεν τῶν δεινῶν, ὁρῶντες παρὰ τούτῳ τὴν ὑπερβολὴν οὖσαν, ἱκανὴν ἐκ τῆς ἐκείνου φιλοσοφίας ἀναλάβωμεν παράκλησιν καὶ παραμυθίαν. Κοινὸς γὰρ τῆς οἰκουμένης διδάσκαλος πρόκειται, τοῖς ὁτιοῦν πάσχουσι δεινὸν πρὸς αὐτὸν παρέχων πᾶσιν ὁρᾷν, καὶ πάντας νικῶν τῇ τῶν οἰκείων κακῶν ὑπερβολῇ. Καὶ γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν, ὅταν σεσηπότα μέλλωσι τέμνειν μέλη, ἢ λίθους τοῖς πόροις ἐναπεσφηνωμένους ἐξέλκειν, ἢ ἄλλο τι τῆς φύσεως ἁμάρτημα διορθοῦν, οὐκ εἰς γωνίαν λαβόντες τὸν κάμνοντα τοῦτο ποιοῦσιν, ἀλλ' ἐν μέσαις αὐτὸν προθέντες ταῖς ἀγοραῖς, καὶ θέατρον ἐκ τῶν παριόντων περιστήσαντες, οὕτως ἐπάγουσι τὴν τομήν. Ποιοῦσι δὲ τοῦτο, οὐχὶ τὰς ἀνθρωπίνας ἐκπομπεύειν βουλόμενοι συμφορὰς, ἀλλὰ τοὺς ὁρῶντας ἐν ἀλλοτρίοις παιδεύοντες σώμασι, πολλὴν τῆς οἰκείας ὑγείας ποιεῖσθαι τὴν πρόνοιαν. Ὅταν οὖν ἴδῃς δίκαιον στενοχωρούμενον, κακουχούμενον, ἐν ἀῤῥωστίᾳ καὶ μυρίοις ἑτέροις δεινοῖς τὸν παρόντα βίον καταλύσαντα, εἰπὲ πρὸς ἑαυτὸν, ὅτι εἰ μὴ ἀνάστασις ἦν καὶ κρίσις, οὐκ ἂν ὁ Θεὸς τοσαῦτα δι' αὐτὸν πεπονθότα κακὰ ἀφῆκε, μηδενὸς ἀπολαύσαντα ἀγαθοῦ, ἀπελθεῖν ἐντεῦθεν. Ὅθεν δῆλον, ὅτι ἑτέραν αὐτοῖς ἡτοίμασε ζωὴν, ἡδίω τῆς παρούσης καὶ ἀνεκτοτέραν πολλῷ. Ἐπεὶ πῶς ἂν ἔχοι λόγον, ὅτι τῶν μὲν πονηρῶν εἴασε πολλοὺς τρυφᾷν κατὰ τὸν παρόντα βίον, τῶν δὲ δικαίων πολλοὺς ἐν μυρίοις ἀφίησι κακοῖς, δίκαιος ὢν καὶ ὀνομαζόμενος, καὶ δικαίως ἑκάστῳ κατὰ τὴν ἀξίαν ἀποδιδόναι εἰδώς; Ὧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.

ΛΟΓΟΣ Ι∆ʹ. Περὶ γυναικῶν καὶ κάλλους.

Οἱ γυναῖκας ἄγεσθαι μέλλοντες, τοὺς παρὰ τῷ Παύλῳ περὶ γάμων κειμένους

ἀναγινωσκέτωσαν πρότερον νόμους, κἀκεῖθεν μανθανέτωσαν τί δεῖ ποιεῖν, ὅταν πονηρὰ καὶ λοίδορος καὶ μανίας γέμουσα, καὶ ὁτιοῦν ἄλλο τῶν τοιούτων ἔχουσα τύχοι γυνή. Ἂν τοίνυν ἴδῃς ὅτι σοι δίδωσιν ἐξουσίαν ἓν τούτων τῶν ἐλαττωμάτων εὑρόντα ἐκβάλλειν μὲν ἐκείνην, εἰσάγειν δὲ ἑτέραν, ὡς παντὸς ἀπηλλαγμένος κινδύνου θάῤῥει· ἂν δὲ τοῦτο μὲν μὴ ἐπιτρέπῃ, κελεύῃ δὲ πλὴν πορνείας πάντα τὰ ἄλλα ἐλαττώματα ἔχουσαν στέργειν, οὕτως ἀσφάλισον σεαυτὸν, ὡς μέλλων ἅπασι φέρειν αὐτῆς τὴν πονηρίαν. Εἰ δὲ βαρὺ τοῦτο καὶ φορτικὸν, πάντα ποίει καὶ πραγματεύου, ὥστε χρηστὴν καὶ ἐπιεικῆ καὶ πειθήνιον γυναῖκα λαβεῖν. Εἰ γὰρ οἰκίας ὠνεῖσθαι μέλλοντες καὶ οἰκέτας, περιεργαζόμεθα καὶ πολυπραγμονοῦμεν, τούς τε πωλοῦντας τούς τε ἔμπροσθεν κτησαμένους, τῶν μὲν τὴν κατασκευὴν, τῶν δὲ καὶ τὴν τοῦ σώματος ἕξιν καὶ τὴν τῆς ψυχῆς προαίρεσιν· πολλῷ μᾶλλον γυναῖκας ἄγεσθαι μέλλοντας πρόνοιαν τοσαύτην καὶ πολλῷ πλείονα ἐπιδείκνυσθαι χρή. Οἰκίαν μὲν γὰρ φαύλην οὖσαν ἀποδόσθαι πάλιν ἔξεστι, καὶ οἰκέτην σκαιὸν φανέντα