μόνου τοῦ Πατρὸς, αὐτοὶ τετολμήκατE. f. ρονεῖν καὶ λέγειν, ὅτι ἐλάττων ἐστὶν αὐτοῦ, ὡς ἀκριβῶς εἰ δότες αὐτόν; Ὃν γὰρ μόνος εἶδεν ὁ Πατὴρ, ὑπὲρ 72.673 πάντα νοῦν ἐστι καὶ λόγον, καθὰ καὶ αὐτὸς ὁ Πατὴρ ὑπὸ μόνου γινωσκόμενος τοῦ ἰδίου γεννήματος· μόνη γὰρ οἶδεν ἑαυτὴν ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς, ἡ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου· ἀποκαλύπτει δὲ ἡμῖν ὁ Υἱὸς διὰ τοῦ ἁγίου Πνεύματος, ὥς φησι Παῦλος· "Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύ ματος αὐτοῦ." 9Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς, κατ' ἰδίαν εἶπε· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέ πετε.9 (A f. 140) Τὰ τῶν πραγμάτων ἀποῤῥητότερα, τοῖς ἀναγκαίοις μάλιστα τῶν ἐπιτηδείων, ἀνακοινοῦσθαι χρὴ, καὶ οὐχὶ τοῖς τυχοῦσιν ἁπλῶς. Φίλοι δὲ αὐτοῦ μαθητείας ἠξιωμένοι, καὶ πεφωτισμένον ἔχοντες τῆς καρδίας τὸν ὀφθαλμὸν, καὶ τὸ οὖς ἕτοιμον εἰς ὑπ ακοήν. Καὶ γοῦν ἔφη ποτὲ πρὸς τοὺς ἁγίους ἀποστό λους· "Οὐκέτι λέγω ὑμᾶς δούλους, ὑμεῖς φίλοι μού ἐστε· ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ Κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν." Τούτοις καὶ τὰ προγεγραμμένα φησὶν οἰκονομικώτατα στραφεὶς πρὸς αὐτοὺς, τουτέστιν ἐν ἀποστροφῇ ποιησάμενος τοὺς μήτε ὁρᾷν μήτε ἀκούειν ἐθέλοντας, ἀνηκόους δὲ ὄντας, καὶ τυφλὸν ἔχοντας ἐν ἑαυτοῖς τὸν νοῦν, ὅλον ἑαυτὸν ἐχαρίζετο τοῖς ἀγαπῶσιν αὐτόν· καὶ εἰς αὐτοὺς ἀφορῶν, μακαρίους ἔφη τοὺς ὀφθαλμοὺς τοὺς ὁρῶντας ἤγουν ὀψομένους ἃ πρὸ τῶν ἄλλων αὐτοὶ καὶ πρῶτοι τεθέανται. Πεποίηται μὲν οὖν ὁ ἐπὶ τού τοις λόγος, ὡς ἀπό γε τῆς παρὰ πᾶσι καὶ κοινῆς συν ηθείας· πλὴν ἐκεῖνο ἡμᾶς ἐξεπίστασθαι χρή· τὸ γὰρ βλέπειν ἐν τούτοις, οὐκ ἐνεργείας τῆς δι' ὀμμάτων σωματικῶν εἰσκομίζει δήλωσιν, ἀπολαύσεως δὲ μᾶλ λον τῶν δι' αὐτοῦ τοῖς εὐσεβέσι δεδωρημένων· οἷον, ὡς εἴ τις λέγοι· Ὁ δεῖνα τυχὸν καιροὺς εἶδε καλοὺς, ἀντὶ τοῦ, Ἐν ἀπολαύσει γέγονε καιρῶν ἀγαθῶν. Καὶ τό· "Ἴδοις δὲ τὰ ἀγαθὰ Ἱερουσαλὴμ," ἐν ψαλμοῖς εἰρημένον, οὕτω νοήσεις, ἀντὶ τοῦ, Γένοιτό σοι με τασχεῖν τῶν ἀγαθῶν τῆς Ἱερουσαλὴμ, τῆς ἄνω δη λονότι καὶ ἐν οὐρανοῖς. Ὅτι γὰρ οὐχ' οἱ γεγονότες θεωροὶ τῆς διὰ Χριστοῦ θεοσημείας, εἶεν ἂν μακά ριοι πάντη τε καὶ πάντως, πῶς ἔστιν ἀμφιβάλλειν; Πλεῖστοι μὲν γὰρ Ἰουδαῖοι τεθέανται θεοπρεπῶς ἐνεργοῦντα Χριστόν· ἀλλ' οὐχ ἅπασιν ἂν πρέποι τὸ μακαρίζεσθαι· πεπιστεύκασι γὰρ οὐδαμῶς, ἀλλ' οὐδὲ τεθέανται τὴν δόξαν αὐτοῦ τοῖς τῆς διανοίας ὄμμα σιν. Ἀλλὰ γὰρ τίνα τρόπον ἐμακαρίσθησαν ἡμῶν οἱ ὀφθαλμοί; Τί δὲ ἄρα τεθεαμένοι; Εἴδομεν τὸν ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸν Λόγον, δι' ἡμᾶς γενόμενον ἄνθρωπον· τὸν ὁμόθρονον τῷ Πατρὶ, μεθ' ἡμῶν, ἤγουν ἐν εἴδει τῷ καθ' ἡμᾶς, ἵν' ἡμᾶς ἑαυτῷ συμμόρφους ἀποτελέσῃ, δι' ἁγιασμοῦ καὶ δικαιοσύ νης, ἐγχαράττων ἡμῖν τὸ τῆς ἑαυτοῦ θεότητος κάλ λος, νοητῶς δηλονότι καὶ πνευματικῶς. Καὶ τούτου μάρτυς ὁ Παῦλος, οὕτω γεγραφώς· "Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου·" χοϊκὸν κενὸν ἄν θρωπον εἶναι λέγων, τὸν πρωτόπλαστον Ἀδάμ· ἐπου ράνιον δὲ, τὸν ἄνωθεν καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς 72.676 ἐλλάμψαντα Λόγον. Εἶτα γενόμενος ὡς ἔφην, ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς ὁ κατὰ φύσιν Υἱὸς ἔλαβε δούλου μορφὴν, ἵν' ἡμᾶς τοὺς ἐν ζυγῷ δουλείας κα τεσφιγμένους, φύσει γὰρ δοῦλόν ἐστι τὸ ποιηθὲν, ἐλευθέρους ἀποφήνῃ, τὰ αὐτοῦ κερδαίνοντας· ὠνο μάσμεθα γὰρ υἱοὶ δι' αὐτόν τε καὶ σὺν αὐτῷ· συν επτώχευσεν ἡμῖν πλούσιος ὢν, ἵνα τὴν ἀνθρώπου φύσιν εἰς τὸν ἴδιον ἀγάγῃ πλοῦτον· ἐγεύσατο θανάτου διὰ ξύλου καὶ σταυροῦ, ἵν' ἐκ μέσου ποιήσῃ τὴν διὰ ξύλου παράβασιν, καὶ τὰ ἐπ' αὐτοῖς δὴ τούτοις αἰτιά ματα καταλύσῃ, καὶ τῆς καθ' ἡμῶν τυραννίδος ἀπο στήσῃ τὸν θάνατον· εἴδομεν πεσόντα τὸν Σατανᾶν· ἐν ταπεινώσει, τὸν ἀλαζόνα· ἄτιμον, τὸν ποτὲ προσκυ νούμενον· τὸν ἐν ὑπολήψει θεότητος, ὑπὸ πόδας ἁγίων· ἔλαβον γὰρ ἐξουσίαν πνεύμασιν ἀκαθάρτοις ἐπιτιμᾷν. Ἀξίωμα δὲ τοῦτο πάμμεγα