70
ποιμενόφι πτόλιν ἤλυθ' Ἰακὼβ εὐρεῖαν Σικίμων· ἐπὶ δ' ἀνδράσι τοῖσιν ἔτῃσιν ἀρχὸς Ἐμὼρ σὺν παιδὶ Συχέμ, μάλ' ἀτειρέε φῶτε.» 9.22.3 εἶτα περὶ Ἰακὼβ καὶ τὴν εἰς Μεσοποταμίαν αὐτοῦ παρουσίαν καὶ τὸν τῶν δύο γυναικῶν γάμον καὶ τὴν τῶν τέκνων γένεσιν καὶ τὴν παρουσίαν τὴν ἐκ Μεσοποταμίας ἐπὶ τὰ Σίκιμα. εἶπε δέ· «Ἰακὼβ Συρίην κτηνοτρόφον ἷκτο καὶ εὐρὺ ῥεῖθρον Ἐϋφρήταο λίπεν ποταμοῦ κελάδοντος. ἤλυθε γὰρ κἀκεῖθι λιπὼν δριμεῖαν ἐνιπὴν αὐτοκασιγνήτοιο· πρόφρων ὑπέδεκτο δόμονδε Λάβαν, ὅς οἱ ἔην μὲν ἀνεψιός, ἀλλὰ τότ' οἶος ἤνασσεν Συρίης, νειηγενὲς αἷμα λεγογχώς. τῷ δὲ γάμον κούρης μὲν ὑπέσχετο καὶ κατένευσεν ὁπλοτάτης· οὐ μὴν τελέθειν ἐπεμαίετο πάμπαν, ἀλλὰ δόλον τολύπευσε καὶ εἰς λέχος ἀνέρι πέμπε Λείαν, ἥ οἱ ἔην προγενεστέρη. οὐδέ μιν ἔμπης ἔλλαθεν, ἀλλ' ἐνόησε κακορραφίην καὶ ἔδεκτο παῖδ' ἑτέρην, ἀμφοῖν δ' ἐμίγη σὺν ὁμαίμοσιν ᾗσι. τῷ δ' υἱεῖς ἐγένοντο νόῳ πεπνυμένοι αἰνῶς ἕνδεκα καὶ κούρη ∆είνα περικαλλὲς ἔχουσα εἶδος, ἐπίστρεπτον δὲ δέμας καὶ ἀμύμονα θυμόν.» 9.22.4 ἀπὸ δὲ τοῦ Εὐφράτου φησὶ τὸν Ἰακὼβ ἐλθεῖν εἰς τὰ Σίκιμα πρὸς Ἐμμώρ· τὸν δὲ ὑποδέξασθαι αὐτὸν καὶ μέρος τι τῆς χώρας δοῦναι. καὶ αὐτὸν μὲν τὸν Ἰακὼβ γεωμορεῖν, τοὺς δὲ υἱοὺς αὐτοῦ ἕνδεκα τὸν ἀριθμὸν ὄντας ποιμαίνειν, τὴν δὲ θυγατέρα ∆είναν καὶ τὰς γυναῖκας ἐριουργεῖν. καὶ τὴν ∆είναν παρθένον οὖσαν εἰς τὰ Σίκιμα ἐλθεῖν πανηγύρεως οὔσης βουλομένην θεάσασθαι τὴν πόλιν· Συχὲμ δὲ τὸν τοῦ Ἐμμὼρ υἱὸν ἰδόντα ἐρασθῆναι αὐτῆς καὶ ἁρπάσαντα ὡς 9.22.5 ἑαυτὸν διακομίσαι καὶ φθεῖραι αὐτήν. αὖθις δὲ σὺν τῷ πατρὶ ἐλθόντα πρὸς τὸν Ἰακὼβ αἰτεῖν αὐτὴν πρὸς γάμου κοινωνίαν· τὸν δὲ οὐ φάναι δώσειν, πρὶν ἂν ἢ πάντας τοὺς οἰκοῦντας τὰ Σίκιμα περιτεμνομένους Ἰουδαΐσαι· τὸν δὲ Ἐμμὼρ φάναι πείσειν αὐτούς. φησὶ δὲ περὶ τοῦ δεῖν περιτέμνεσθαι αὐτοὺς ὁ Ἰακώβ· 9.22.6 «Οὐ γὰρ δὴ θεμιτόν γε τόδ' Ἑβραίοισι τέτυκται, γαμβροὺς ἄλλοθεν εἴς γε νυούς τ' ἀγέμεν ποτὶ δῶμα, ἀλλ' ὅστις γενεῆς ἐξεύχεται εἶναι ὁμοίης.» 9.22.7 εἶτα ὑποβὰς περὶ τῆς περιτομῆς· «Ὅς ποτ', ἐπεὶ πάτρης ἐξήγαγε δῖον Ἀβραάμ, αὐτὸς ἀπ' οὐρανόθεν κάλεσ' ἀνέρα παντὶ σὺν οἴκῳ σάρκ' ἀποσυλῆσαι πόσθης ἄπο, καί ῥ' ἐτέλεσσεν· ἀστεμφὲς δὲ τέτυκται, ἐπεὶ θεὸς αὐτὸς ἔειπε.» 9.22.8 πορευθέντος οὖν εἰς τὴν πόλιν τοῦ Ἐμμὼρ καὶ τοὺς ὑποτασσομένους παρακαλοῦντος περιτέμνεσθαι, ἕνα τῶν Ἰακὼβ υἱῶν τὸ ὄνομα Συμεῶνα διαγνῶναι τόν τε Ἐμμὼρ καὶ τὸν Συχὲμ ἀνελεῖν, τὴν ὕβριν τῆς ἀδελφῆς μὴ βουληθέντα πολιτικῶς ἐνεγκεῖν· ταῦτα δὲ διαγνόντα Λευὶν τῷ ἀδελφῷ κοινώσασθαι· λαβόντα δ' αὐτὸν συγκάταινον ἐπὶ τὴν πρᾶξιν παρορμῆσαι, λόγιον προφερόμενον 9.22.9 τὸν θεὸν ἀνελεῖν φάμενον τοῖς Ἁβραὰμ ἀπογόνοις δέκα ἔθνη δώσειν. φησὶ δὲ οὕτως ὁ Συμεὼν πρὸς τὸν Λευίν· «Εὖ γὰρ ἐγὼ μῦθόν γε πεπυσμένος εἰμὶ θεοῖο· δώσειν γάρ ποτ' ἔφησε δέκ' ἔθνεα παισὶν Ἁβραάμ.» τὸν δὲ θεὸν αὐτοῖς τοῦτον τὸν νοῦν ἐμβαλεῖν διὰ τὸ τοὺς ἐν Σικίμοις ἀσεβεῖς εἶναι. φησὶ δέ· «Βλάπτε θεὸς Σικίμων οἰκήτορας, οὐ γὰρ ἔτιον εἰς αὐτοὺς ὅστις κε μόλῃ κακὸς οὐδὲ μὲν ἐσθλός· οὐδὲ δίκας ἐδίκαζον ἀνὰ πτόλιν οὐδὲ θέμιστας· λοίγια δ' ὠρώρει τοῖσιν μεμελημένα ἔργα.» 9.22.10 τὸν οὖν Λευὶν καὶ τὸν Συμεῶνα εἰς τὴν πόλιν καθωπλισμένους ἐλθεῖν καὶ πρῶτα μὲν τοὺς ἐντυγχάνοντας ἀναιρεῖν, ἔπειτα δὲ καὶ τὸν Ἐμμὼρ καὶ τὸν Συχὲμ 9.22.11 φονεῦσαι. λέγει δὲ περὶ τῆς ἀναιρέσεως αὐτῶν οὕτως· «Ὣς τότε δὴ Συμεὼν μὲν Ἐμὼρ ὤρουσεν ἐπ' αὐτὸν πλῆξέ τέ οἱ κεφαλήν, δειρὴν δ' ἕλεν ἐν χερὶ λαιῇ, λεῖψε δ' ἔτι σπαίρουσαν, ἐπεὶ πόνος ἄλλος ὀρώρει. τόφρα δὲ καὶ Λευὶν μένος ἄσχετος ἔλλαβε χαίτης γούνων ἁπτόμενον Συχὲμ ἄσπετα μαργήναντα. ἤλασε δὲ κληῗδα μέσην, δῦ δὲ ξίφος ὀξὺ σπλάγχνα διὰ στέρνων, λίπε δὲ ψυχὴ δέμας εὐθύς.» πυθομένους δὲ καὶ τοὺς ἑτέρους ἀδελφοὺς τὴν πρᾶξιν αὐτῶν ἐπιβοηθῆσαι καὶ τὴν πόλιν ἐκπορθῆσαι καὶ τὴν ἀδελφὴν ἀναρρυσαμένους μετὰ τῶν αἰχμαλώτων εἰς τὴν πατρῴαν