καὶ ὑπὲρ ἀνθρώπου φύσιν καὶ μόνῳ πρέπον τῷ πάντων ἐπέκεινα Θεῷ· ἀρχὴ δὲ τούτου γέγονεν ἡμῖν, ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς ὁ Λόγος· καὶ γοῦν ἐπέπληττε μὲν τοῖς ἀκα θάρτοις πνεύμασιν. Ἔφασκον δὲ οἱ τάλανες Ἰουδαῖοι, ὅτι "Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων." Πρὸς ταύ τας αὐτῶν τὰς ἀνοσίους φωνὰς ὑπήντα λέγων ὁ Κύριος· "Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαι μόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Εἰ δ' ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ." Εἰ γὰρ ἐγὼ, φησὶν, ἄνθρωπος καθ' ὑμᾶς γεγονὼς, ἔχω οὕτως τῆς θεο πρεποῦς ἐξουσίας τὴν ἐνέργειαν, ἐφ' ὑμᾶς κατέβη τὸ οὕτω μέγα καὶ ἐξαίρετον ἀγαθόν· εὐδοκιμεῖ γὰρ, φησὶ, ἡ ἀνθρώπου φύσις ἐν ἐμοὶ πατοῦσα τὸν Σα τανᾶν· οὐκοῦν ἐφ' ἡμᾶς ἔφθασεν ἡ βασιλεία τοῦ Θεοῦ, τοῦ καθ' ἡμᾶς γεγονότος Λόγου καὶ μετὰ σαρκὸς ἐνεργοῦντος τὰ θεοπρεπῆ· ἐν τούτοις ὄντας ἑαυτοὺς τεθεάμεθα· καὶ μακάριοι γεγόνασιν ἡμῶν οἱ ὀφθαλμοί· ἠκούσαμεν αὐτοῦ τῆς ἀῤῥήτου μυσταγω γίας· ἐδίδαξεν ἡμᾶς τὰ περὶ τοῦ Θεοῦ καὶ Πατρός· ἔδειξεν ἡμῖν αὐτὸν ἐν ἰδίᾳ φύσει· ἐμφανῆ κατέστησε τῶν διὰ Μωϋσέως τύπων τὴν ἀλήθειαν. Ταῦτα πολλοὶ τῶν προφητῶν ἐπεθύμησαν ἰδεῖν, πλεῖστοι δὲ καὶ βασιλεῖς· καὶ γοῦν εὑρήσομεν ποτὲ μὲν λέγοντας· "∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτή ριόν σου δῴης ἡμῖν·" ἔλεος γὰρ σωτήριον ὀνομά ζουσι τὸν Υἱόν· ποτὲ δὲ πάλιν· "Μνήσθητι ἡμῶν. Κύριε, ἐπὶ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου· τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν εὐφροσύνῃ, μετὰ τοῦ ἔθνους σου." Ἔθνος δὲ ποῖόν ἐστι τὸ ἐξειλεγμέ νον ἐν Χριστῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐξηγή σεται λέγων ὁ σοφώτατος Πέτρος πρὸς τοὺς διὰ πίστεως εὐδοκιμηκότας· "Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περι ποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς." 72.677 9Ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν, κ.τ.λ.9 (Ε f. 170) Καιρὸν μὲν ἐκεῖνόν φησι καθ' ὃν ὁ Σω τὴρ τὰς διατριβὰς ἐπὶ τῆς γῆς ἐποιεῖτο, ὁ πανταχοῦ παρὼν, καὶ τῶν πατρικῶν μὴ ἐξιστάμενος.(A f. 141) Νομικὸν δὲ ἐν τούτοις φησὶν ὁ εὐαγγελιστὴς, τὸν νομοΐστορα, κατά γε τὴν παρὰ Ἰουδαίων συν ήθειαν, ἤγουν τὸν οἰόμενον εἰδέναι τὸν νόμον, οὐ μὴν ἔτι καὶ εἰδότα κατὰ ἀλήθειαν. Οὗτος ἐνόμισε συναρ πάσαι Χριστόν· καὶ ἐπί τισιν, ἐρῶ. Λογοποιοί τινες ἀθυροστομεῖν εἰωθότες, ἅπασαν περιεφοίτων τὴν τῶν Ἰουδαίων χώραν, καὶ αὐτὴν δὲ τὴν Ἱερουσαλὴμ, κατηγοροῦντες Χριστοῦ, καὶ φάσκοντες, ὅτι τὴν μὲν διὰ τοῦ Μωϋσέως ἐντολὴν ἀνόνητον εἶναί φησι, καινὰ δὲ αὐτὸς εἰσφέρει διδάγματα· ἦσαν δὲ τῶν πιστευσάντων ἤδη τινὲς, οἳ τοῖς παρ' ἐκείνων ἀντέπραττον λόγοις, ἀποδεχόμενοι πανταχοῦ τὸ εὐαγ γελικὸν σωτήριον κήρυγμα. Ἐθελήσας τοίνυν ὁ νομι κὸς, ἤγουν οἰηθεὶς δύνασθαι παγιδεῦσαι Χριστὸν εἰς τὸ λαλῆσαί τι κατὰ Μωϋσέως, ἤγουν τῆς δι' αὐτοῦ λαλη θείσης ἐντολῆς, κρείττονα τὴν παρ' ἑαυτοῦ διδασκα λίαν εἰπεῖν, πρόσεισι πειράζων αὐτὸν καὶ λέγων· "Τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω." Μεθ' ὑποκρί σεως πρόεισι, καὶ γνώμης ἐπιπλάστου καὶ τιμᾷν ὑπο κρινόμενος, διδάσκαλον ὀνομάζει, ὡς ἂν διὰ τῆς χρηστο λογίας ἡ ἐν αὐτῷ κεκρυμμένη διαλάθῃ πεῖρα· ἀλλ' εἶ πεν ἄν τις αὐτῷ τῶν εὖ εἰδότων τῆς μετὰ σαρκὸς οἰκο νομίας τὸ μυστήριον· Εἰ νόμον ἠπίστασο, καὶ τῆς ἐν αὐτῷ κεκρυμμένης θεωρίας τὴν δύναμιν, οὐκ ἂν ἠγνό ησας ὃν πειράζειν ἐπεχείρεις, εἰδότα τὰ κεκρυμμένα, καὶ καθορᾷν ἰσχύοντα τὰς τῶν προσιόντων αὐτῷ καρ δίας. ∆ιδάσκαλον ἀποκαλεῖς, μανθάνειν οὐκ ἀνεχό μενος· ὑποκρίνῃ τιμᾷν, συναρπάσαι προσδοκῶν. Ἄθρει δέ μοι πάλιν τὸ κακόηθες εἰς λόγους τοῦ νο μικοῦ· ἐξῆν μὲν γὰρ εἰπεῖν· Τί ποιήσας, σωθή σομαι, ἤγουν ἀρέσω Θεῷ, καὶ τὸν παρ' αὐτοῦ λήψο μαι μισθόν; Ἀλλ' ἐκεῖνα μὲν ἀφίησι· κέχρηται δὲ μᾶλλον ταῖς τοῦ