Σωτῆρος φωναῖς, τῆς ἑαυτοῦ κεφα λῆς καταχέων τὸν γέλωτα. Ἐπειδὴ γὰρ ἔθος ἦν τῷ πάντων Σωτῆρι Χριστῷ περὶ ζωῆς αἰωνίου δια λέγεσθαι συχνῶς τοῖς προσιοῦσιν αὐτῷ, διαλεγόμενος ὡς ἔφην ὁ περίαυτος νομικὸς, ταῖς αὐτοῦ κέχρησαι φωναῖς. Ἀλλ' εἴπερ ἦσθα φιλομαθὴς ἀληθῶς, ὦ νο μικὲ, ἤκουσας ἂν παρ' αὐτοῦ τὰ εἰς ζωὴν ἀποφέ ροντα τὴν αἰώνιον· ἐπεὶ δὲ πειράζεις κακούργως, οὐδὲν ἕτερον ἀκούσῃ, πλὴν ὅτι μόνον τὰ διὰ Μωϋσέως τοῖς πάλαι τεθεσπισμένα· ἅπερ προδήλως οὐδὲ τὴν αἰώνιον εἶχε ζωὴν ἀντιμισθίαν, ἀλλὰ τὴν ἐνταῦθα δεδομένην, τῶν τε κακῶν ἀπαλλαγὴν, καὶ τῶν χρη στοτέρων ἀντίδοσιν. "Ἐὰν γὰρ θέλητε καὶ εἰσακούσητέ μου, φησὶ, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται." 9Εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης, κ.τ.λ.9 (A f. 143, B f. 106, Ε f. 177) Πλὴν ἀπαγγείλαντος τοῦ νομικοῦ τὰ ἐγκείμενα τῷ νόμῳ, κολάζων αὐτοῦ 72.680 τὴν πονηρίαν, καὶ τὸ δύστροπον ἐλέγχων φρόνημα Χριστὸς ὁ πάντα εἰδώς· "Ὀρθῶς ἀπεκρίθης, φησί· τοῦτο ποίει καὶ ζήσῃ." Ἐκπέπτωκε τῆς θήρας ὁ νομικὸς, ἐῤῥάγη τῆς ἀπάτης τὸ λῖνον· οὐκοῦν ἐπι φωνῶμεν αὐτῷ τὸ διὰ τῆς Ἱερεμίου φωνῆς· "Ἠγρεύθης καὶ ἐλήφθης."(A f. 143 b, Ε f. 178) Ἀπο τυχὼν τῆς θήρας, ἐκκεκύλισται πρὸς φιλοδοξίαν· ἐξ ἀπάτης εἰς ὑπεροψίαν· ἀλλήλαις ὥσπερ αὐτὸν αἱ κακίαι κιχρῶσιν. Ἠρώτησε γὰρ οὐ μαθεῖν θέλων, ἀλλ' ᾗ, φησὶν ὁ εὐαγγελιστὴς, θέλων ἑαυτὸν δικαιῶ σαι. Ἄθρει δὲ ὅπως ἐκ φιλαυτίας τε ὁμοῦ καὶ ὑπερ οψίας, ἀναίδην ἀνεφώνει· "Καὶ τίς ἐστί μου πλη σίον;" Τίς ἐστιν οὗτος, φησὶν, ἵνα τοῦτον ὡς ἐμαυτὸν ἀγαπήσω; Ὑπερέχω πάντων· εἰμὶ νομικός· κρίνω πάντας, οὐ κρίνομαι παρά τινος· δικάζω, καὶ οὐ δικάζομαι· πάντων διαφέρω· πάντων κρείττων τυγχάνω· πᾶσιν ἐπιτάττω· πάντες μου χρῄζουσιν, ἐγὼ δὲ χρῄζω οὐδενός· τίς μου ἄρα ἐστὶ πλησίον, ἵνα τοῦτον ὡς ἐμαυτὸν ἀγαπήσω; Οὐδεὶς αὖ, νομικὲ, κατὰ σέ; Πάντων ἐπέκεινα σαυτὸν ἀποφέρεις; Κατ ένεγκε τὴν ὀφρύν· μέμνησο τοῦ λέγοντος παροιμια στοῦ· "Οἱ δὲ ἑαυτοῖς ἐπιγνώμονες, σοφοί." Ὄντως ἐν τούτοις ἡ τῆς ζωῆς δύναμις ἐν τῷ ἀγαπᾷν τὸν Θεὸν καὶ πλησίον, οὐκ ἀλλαττομένοις ὑφ' ἡμῶν, ἀλλ' ἐπιτεινομένοις ὑπὲρ τὰ μέτρα τὰ Ἰουδαϊκὰ, καὶ τῆς ἐπιτάσεως ἐμπεριεχομένης δυνάμει τοῖς εἰρημένοις ἐπιτάγμασι. Τὸ γὰρ ἐξ ὅλης καρδίας, καὶ ψυχῆς, καὶ ἰσχύος τὸν Θεὸν ἀγαπᾶν, ὑπεξαίρει τὴν πρὸς χρήματα, τὴν πρὸς ἡδονὴν, τὴν πρὸς κενὴν δόξαν ἀγάπην· ἐξάγει κοσμικῆς διαθέσεως, ἐκλεκτὸν ἀπὸ κόσμου καθίστησι, συνάπτει Χριστῷ, καὶ τὸ ὅλον εἴπειν, Χριστιανὸν ἐξ Ἰουδαίου ποιεῖ. Ἥ τε πρὸς τὸν πλησίον ἀγάπη καλῶς νοουμένη, ὅταν μὴ πρὸς τὸ ὁμοεθνὲς ᾖ μόνον, ἀλλὰ πρὸς πᾶν τὸ ὁμογενὲς, ἀκόλουθος τῇ πρὸς Θεὸν ἀγάπῃ καθίσταται· προσ λαμβάνουσα καὶ τὸ κατὰ μίμησιν Χριστοῦ, τὸ μὴ μόνον ὡς ἑαυτὸν, ἀλλὰ καὶ ὑπὲρ ἑαυτόν· ὥστε θεῖναι τὴν ψυχὴν ὑπὲρ τῶν φίλων· ὅπερ ὁ Κύριος πεποίη κεν. Ἐπαινεθεὶς μέν τοι ὑπὸ τοῦ Σωτῆρος ὁ νομικὸς, ὡς καλὴν τὴν ἀπόκρισιν ἐποιήσατο, τὴν ἀλαζονείαν ἐξέῤῥηξεν· οὐδένα εἶναι πλησίον ἑαυτοῦ τιθέμενος, ὡς οὐδενὸς ὄντος αὐτῷ κατὰ τὴν δικαιοσύνην ἐφα μίλλου. Τοιαῦτα δὲ φρονῶν οἷα ἐκεῖνος ὁ Φαρισαῖος, ὁ λέγων· "Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων·" οὐκ εἰδὼς ὡς τοῦτο διαφθείρει τὴν δικαιοσύνην, τὸ μὴ ἐξ ἀγάπης ὃ πράττει ποιεῖν. Ἐνδεὴς οὖν καὶ οὗ τος τῆς ἀγάπης ἁλίσκεται· πάντως μὲν καὶ τῆς πρὸς Θεὸν, οὐ μὴν ἀλλὰ καὶ τῆς γε πρὸς τὸν πλησίον, ἐμφανῶς, ὅπου οὐδὲ εἶναί τινα πλησίον ἑαυτοῦ λογί ζεται· δῆλον δὲ ὅτι τὸν ἀδελφὸν οὐκ ἀγαπῶν ὃν ἑώ ρακεν, οὐ δύναται Θεὸν ἀγαπᾷν ὃν οὐχ ἑώρακεν. 9Ἄνθρωπός τις κατέβαινεν, κ.τ.λ.9 (Ε f. 179) Ὅρα δὲ πῶς δείκνυσιν τὸν πλησίον ὁ Σωτὴρ τίς ἐστιν, οὐ γένει διορίζων, οὐκ ἀρετῇ δο 72.681 κιμάζων ἀλλὰ τῇ φύσει συνάπτων, διηγούμενος περὶ τοῦ δεινὰ πεπονθότος ὑπὸ λῃστῶν, ᾧ φιλανθρωπία παρὰ παντὸς ἀνθρώπου προσήκει, τοῦτο τῆς φύσεως αὐτῆς ἀπαιτούσης. Συνεπιδείκνυται δὲ