72
ἐκβάλλωμεν, μήτε τὰς ὑπὸ ἑτέρων ἐκβληθείσας δεχώμεθα. Ποίῳ γὰρ ὄψει προσώπῳ τὸν ἄνδρα τῆς γυναικός; ποίοις ὀφθαλμοῖς τοὺς φίλους τοὺς ἐκείνου, τοὺς οἰκέτας; Εἰ γὰρ τελευτήσαντός τινος, τὴν γυναῖκά τις τὴν ἐκείνου λαβὼν, εἶτα τὴν εἰκόνα μόνην ἀνακειμένην ἰδὼν, ἔπαθέ τι καὶ ἐδυσχέρανεν· ὁ ζῶντα τὸν ἄνδρα ὁρῶν τῆς αὐτῷ συνοικούσης, ποῖον βιώσεται βίον, πῶς οἴκαδε εἰσελεύσεται, μετὰ ποίας 63.660 γνώμης, μετὰ ποίων ὀφθαλμῶν ὄψεται τὴν ἐκείνου γυναῖκα τὴν αὐτοῦ; Μᾶλλον δὲ οὔτε ἐκείνου, οὔτε αὐτοῦ δικαίως ἄν τις τὴν τοιαύτην προσείποι· ἡ γὰρ μοιχαλὶς οὐδενός ἐστι γυνή· καὶ γὰρ τὰς πρὸς ἐκεῖνον συνθήκας ἐπάτησε, καὶ πρὸς σὲ μετὰ τῶν προσηκόντων νόμων οὐκ ἦλθε. Πόσης οὐκ ἂν εἴη παρανοίας, πρᾶγμα τοσοῦτον γέμον κακῶν εἰς τὴν οἰκίαν εἰσάγειν; Μὴ γὰρ σπάνις ἐστὶ γυναικῶν, ὅτι τοσοῦτον ὄλεθρον ἕλκεις ἐπὶ τὴν σαυτοῦ κεφαλήν; Ἡ γὰρ τῷ προτέρῳ ἀνδρὶ ἀρκεσθεῖσα γυνὴ, ἔδειξεν ὅτι οὐδ' ἂν τοῦτον εἵλετο τὴν ἀρχὴν, εἰ τοῦ πράγματος ᾔδει τὴν πεῖραν καλῶς· ἡ δὲ δεύτερον ἐπεισαγαγοῦσα νυμφίον τῇ τοῦ προτέρου εὐνῇ, τῆς πολλῆς περὶ τὸν κόσμον φιλίας, καὶ πρὸς τὰ γήϊνα πράγματα συμπαθείας τεκμήριον ἐξήνεγκεν οὐ μικρόν. Κἀκείνη μὲν, οὔτε ζῶντος τοῦ ἀνδρὸς, πρὸς ἕτερόν τινα ἐπτόητο· αὕτη δὲ, εἰ καὶ μὴ ἥμαρτεν εἰς ἑτέρους ζῶντος ἐκείνου, ἀλλ' ἐκείνου μᾶλλον πολλοὺς ἑτέρους ἐθαύμασε, καὶ οὔτε τὸν πρῶτον, οὔτε τὸν δεύτερον ἔσχεν ἐν τάξει τῆς οἰκείας σαρκός. Ὁ μὲν γὰρ πρῶτος ἐκβέβληται παρὰ τοῦ δευτέρου, ὁ δεύτερος δὲ ὑπ' ἐκείνου, καὶ οὔτε τοῦ προτέρου μεμνῆσθαι δύναιτ' ἂν καλῶς τῷ ἑτέρῳ μετ' ἐκεῖνον προσέχουσα, οὔτε τοῦτον μετὰ τῆς προσηκούσης φιλοστοργίας ὄψεται, σχηματιζομένης εἰς τὸν ἀπελθόντα τῆς διανοίας αὐτῆς. Ὥσπερ γὰρ τοῖς πράγμασι τότε μάλιστα ἐπιμένειν εἰώθαμεν, ὅταν προοιμίων πειραθῶμεν καλῶν· ὅταν δὲ ἐξ ἀρχῆς, καὶ ἀπ' αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς γραμμῆς, χαλεπῶν καὶ δυσκόλων αἰσθώμεθα, ταχέως ἀνακρουόμεθα, τῆς προαιρέσεως σβεννυμένης ἡμῖν· οὕτω δὴ καὶ αἱ τὰς ἀώρους ὑπομένουσαι χηρείας γυναῖκες εἰκότως ἂν τοῦ δευτέρου γάμου ἀπόσχοιντο. Ἡ μὲν γὰρ πολὺν τοῖς πράγμασι συγγινομένη χρόνον καὶ ἐμπλησθεῖσα καλῶς, ὡς τῶν αὐτῶν τευξομένη, τῶν ἴσων ἅψεται πόλιν· ἡ δὲ προοιμίων οὔτε χαλεπῶν πειρασθεῖσα, ποίᾳ προαιρέσει καὶ ἐλπίδι πρὸς τὴν πεῖραν ἥξει τῶν χαλεπῶν; Εἰ γὰρ τὰς ἔτι περιόντων ἀπεχομένας τῶν ἀνδρῶν γυναῖκας θαυμάζομεν ἅπαντες καὶ ἀποδεχόμεθα· τὰς καὶ ἀπελθόντων τὴν αὐτὴν περὶ αὐτοὺς ἐπιδεικνυμένας εὔνοιαν, πῶς οὐκ ἐκπλήττεσθαι δεῖ καὶ ἐπαινεῖν; Οὐ τοίνυν ἐκβάλλομεν δεύτερον γάμον, ἀλλὰ παραινοῦμεν, εἴ τις δύναται σωφρονεῖν, ἐπὶ τῷ προτέρῳ μένειν. Μάχης γὰρ πολλάκις καὶ πολέμων καθημερινῶν ὁ δεύτερος γάμος ἀρχὴ καὶ πρόφασις γέγονε. Πολλάκις γὰρ ἀνὴρ ἐπὶ τῆς τραπέζης καθήμενος, τῆς προτέρας γυναικὸς ἀναμηνσθεὶς, ἐπὶ τῆς δευτέρας ἐδάκρυσεν ἠρέμα· ἡ δὲ εὐθέως ἠγρίανε, καὶ καθάπερ θηρίον ἐπεπήδησε, τῆς φιλοστοργίας αὐτὸν τῆς πρὸς ἐκείνην ἀπαιτοῦσα δίκην· κἂν ἐπαινέσαι τὴν ἀπελθοῦσαν ἐθελήσῃ, γίνεται πολέμου καὶ μάχης πρόφασις ἡ τῶν ἐγκωμίων ὑπόθεσις. Καὶ πρὸς μὲν τοὺς ἐχθροὺς ἀπελθόντας σπένδομεν, καὶ μετὰ τὴν ζωὴν αὐτὴν τὴν πρὸς αὐτοὺς καταλύομεν ἔχθραν· ἐπὶ δὲ τῶν γυναικῶν τοὐναντίον ἅπαν· ἣν γὰρ οὐκ εἶδεν, ἧς οὐκ ἤκουσε, παρ' ἧς οὐδὲν ἔπαθε δεινὸν, ταύτην μισεῖ καὶ ἀποστρέφεται, καὶ οὐδὲ ὁ θάνατος τὸ μῖσος σβέννυσι. Τίς εἶδε, τίς ἤκουσε ζηλοτυπουμένην κόνιν, καὶ πολεμουμένην τέφραν; Ἀλλ' οὐ μέχρι τούτου τὸ δεινὸν, ἀλλὰ κἂν γεννῶνται παῖδες ἐκ τῆς δευτέρας, κἂν μὴ γεννῶνται, πόλεμος πάλιν καὶ μάχη· μὴ γεννωμένων μὲν γὰρ ὀδυνᾶται μειζόνως, καὶ καθάπερ πολεμίους καὶ τὰ μέγιστα ἠδικηκότας τοὺς τῆς προτέρας ὁρᾷ, διὰ τῆς ἐκείνων ζωῆς τῆς οἰκείας ἀπαιδίας σαφεστέραν λαμβάνουσα αἴσθησιν· ἂν δὲ γεννῶνται, πάλιν οὐκ ἔλαττον τὸ δεινόν. Ὁ μὲν γὰρ 63.661 ἀνὴρ πολλάκις φιλοστόργως πρὸς τὴν ἀπελθοῦσαν διακείμενος ἀντέχεται τούτων, φιλῶν τε ὁμοῦ καὶ ἐλεῶν τῆς ὀρφανίας αὐτούς· ἐκείνη δὲ πανταχοῦ τοὺς αὐτῆς προτιμᾶσθαι