ἐν τῇ πα ραβολῇ καὶ τοῦτο, ὅτι μᾶλλον εὑρίσκει τὸν κατὰ φύσιν πλησίον ὁ μὴ τετυφωμένος, ἤπερ ὁ τετυφω μένος· Σαμαρείτης γὰρ ὑπὲρ ἱερέα καὶ Λευίτην· ὅτι οἱ μὲν κείμενον ἡμιθνῆτα καὶ ἐν ἐσχάτοις ὄντα κακοῖς, ἀντιπαρῆλθον, οὐδὲν ἐπ' αὐτῷ πεπονθότες ἀνθρώπινον, οὐ τὸ ἐξ ἀγάπης ἔλαιον ἐπιστάξαντες, ἀσυμπαθὲς δὲ μᾶλλον καὶ ἀπηνὲς ἐσχηκότες τὸ φρόνημα. Ὅ γε μὴν ἀλλογενὴς καὶ τελῶν ἐν Σαμα ρείταις πεπλήρωκε τῆς ἀγάπης τὸν νόμον. Ἄκουε γοῦν καὶ τῆς παραβολῆς. Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς, κ.τ.λ. 9Ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, κ.τ.λ.9 (A f. 144, B f. 106 b, Ε f. 180 b) Ἄλλως δὲ, ἐπειδὴ, κατὰ τὸ γεγραμμένον, "Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς," καὶ πᾶσαν μὲν ἐπιθυ μίαν βοσκηματώδη καὶ ἀκόλαστον κατηῤῥώστησεν· ἀπαρχὴ γενόμενος τοῦ γένους ἡμῶν ὁ Χριστὸς, ὁ μὴ εἰδὼς ἁμαρτίαν, ἐν ἑαυτῷ πρῶτον ἔδειξε τούτων τῶν κτηνωδῶν παθῶν ὑπεραναβάντας ἡμᾶς· αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβά στασε. ∆ιὰ τοῦτο εἶπεν, ὅτι τὸν τυχόντα τῆς θερα πείας ἐπὶ τὸ ἴδιον ὑποζύγιον ἀνεβίβασεν· ἐν ἑαυτῷ γὰρ ἡμᾶς ἔφερεν, ὅτι ἐσμὲν μέλη τοῦ σώματος αὐτοῦ. Ἀλλὰ μὴν καὶ εἰς πανδοχεῖον ἀπήγαγε· πανδοχεῖον δὲ τὴν Ἐκκλησίαν καλεῖ, τὴν πάντων γενομένην δεκτικὴν καὶ χωρητικήν. Οὐκέτι γὰρ κατὰ τὸ στενὸν τῆς νομικῆς σκιᾶς καὶ τῆς ἐν τύποις λα τρείας ἀκούσομεν· "Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Θεοῦ·" ἀλλά· "Πο ρευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη." Καί· "Ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν Κύριον καὶ ἐργαζό μενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι." Καὶ ἀπαγα γὼν, μείζονος ἐπιμελείας ἠξίωσε. Καὶ γὰρ τῆς Ἐκ κλησίας συλλεγείσης ἐκ τῶν τῇ πολυθεΐᾳ νενεκρω μένων ἐθνῶν, αὐτὸς ἦν ὁ Χριστὸς ἐν αὐτῇ, κατὰ τὸ γεγραμμένον, οἰκῶν καὶ ἐμπεριπατῶν, καὶ πᾶσαν πνευματικὴν δωρούμενος χάριν. Ὅθεν καὶ τῷ προ εστῶτι τοῦ πανδοχείου (νοηθείη δ' ἂν οὗτος τύπον ἐπέχειν τῶν ἀποστόλων καὶ τῶν μετ' αὐτοὺς ποιμέ νων καὶ διδασκάλων) εἰς οὐρανοὺς ἀνιὼν ἔδωκε δύο δηνάρια, προνοεῖν ἐπιμελῶς τοῦ ἠῤῥωστηκότος. Καὶ προσθεὶς, ὡς Ἐάν τι προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. ∆ύο δηνάρια, τὰς δύο ∆ιαθήκας φησὶ, τήν τε διὰ τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, τήν τε διὰ τῶν Εὐαγγελίων δοθεῖσαν καὶ τῶν ἀποστολικῶν διατάξεων· καὶ ἀμφοτέρας ἑνὸς οὔσας Θεοῦ, καὶ μίαν εἰκόνα τοῦ ἄνω καὶ ἑνὸς βασιλέως φερούσας, ὡς τὰ δηνάρια, καὶ τὸν αὐτὸν μὲν χαρακτῆρα ταῖς καρδίαις ἡμῶν διὰ τῶν ἱερῶν λογίων ἐνσφραγιζομένας καὶ ἐντυπούσας, ἐπείπερ καὶ ἓν αὐτὰς καὶ τὸ αὐτὸ Πνεῦμα λελάληκεν. Ἐῤ 72.684 ῥέτω γὰρ Μάνης, καὶ πρὸ αὐτοῦ Μαρκίων, οἱ ἀθεώ τατοι, διαφόροις θεοῖς ταύτας μερίζοντες· ἑνὸς γὰρ βασιλέως ἐστὶ τὰ δύο δηνάρια, καὶ κατὰ ταὐτὸν καὶ ὁμοτίμως δοθέντα τῷ προεστῶτι τοῦ πανδοχείου παρὰ Χριστοῦ· ἃ δὴ καὶ λαβόντες οἱ τῶν ἁγιωτά των ἐκκλησιῶν ποιμένες, καὶ μετὰ πόνων καὶ ἱδρώ των ταῖς διδασκαλίαις πλατύναντες, καὶ οἴκοθεν προσδαπανήσαντες, καὶ διὰ τῆς δαπάνης μᾶλλον αὐξήσαντες (τοιοῦτον γὰρ τὸ νοητὸν ἀργύριον ἐξ ὧν δαπανᾶται, μὴ μειούμενον ἀλλ' αὐξόμενον, ὅπερ ὁ τῆς διδασκαλίας λόγος ἐστὶν), ἐπανερχομένῳ τῷ ∆ε σπότῃ κατὰ τὴν τελευταίαν ἡμέραν, ἐροῦσιν ἕκα στος· Κύριε, δύο δηνάρια δέδωκάς μοι· ἰδοὺ προσ δαπανήσας οἴκοθεν, ἕτερα δύο κεκέρδηκα, δι' ὧν τὸ ποίμνιον ηὔξησα. Καὶ ἀποκριθεὶς ἐρεῖ· "Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου." 9Τίς οὖν τούτων τῶν τριῶν δοκεῖ σοι πλησίον γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;9 (A f. 146, E f. 189 b) Εἰκότως ὁ Κύριος ἤρετο, τίνα τῶν τριῶν πλησίον γενέσθαι νενόμικε τοῦ πε πονθότος; Ὁ δέ· Ὁ ποιήσας, φησὶ, τὸ ἔλεος μετ' αὐτοῦ. Οὔτε γὰρ ὁ ἱερεὺς, οὔτε ὁ Λευΐτης πλησίον γέγονε τοῦ πεπονθότος, ἀλλ' ὁ οἰκτισάμενος. Καὶ πρὸς