73
πλεονεκτεῖν ἐπιφανῶς κατὰ τὰς μάχας· λέγειν δέ φησιν Ἡλιουπολίτας 9.27.9 γενέσθαι τὸν πόλεμον τοῦτον ἔτη δέκα. τοὺς οὖν περὶ τὸν Μώϋσον διὰ τὸ μέγεθος τῆς στρατιᾶς πόλιν ἐν τούτῳ κτίσαι τῷ τόπῳ καὶ τὴν ἶβιν ἐν αὐτῇ καθιερῶσαι, διὰ τὸ ταύτην τὰ βλάπτοντα ζῷα τοὺς ἀνθρώπους ἀναιρεῖν· προσ9.27.10 αγορεῦσαι δὲ αὐτὴν Ἑρμοῦ πόλιν. οὕτω δὴ τοὺς Αἰθίοπας, καίπερ ὄντας πολεμίους, στέρξαι τὸν Μώϋσον ὥστε καὶ τὴν περιτομὴν τῶν αἰδοίων παρ' 9.27.11 ἐκείνου μαθεῖν· οὐ μόνον δὲ τούτους, ἀλλὰ καὶ τοὺς ἱερεῖς ἅπαντας. τὸν δὲ Χενεφρῆν λυθέντος τοῦ πολέμου λόγῳ μὲν αὐτὸν ἀποδέξασθαι, ἔργῳ δὲ ἐπιβουλεύειν. παρελόμενον γοῦν αὐτοῦ τοὺς ὄχλους τοὺς μὲν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας πέμψαι προφυλακῆς χάριν, τοῖς δὲ προστάξαι τὸν ἐν ∆ιὸς πόλει ναὸν ἐξ ὀπτῆς πλίνθου κατεσκευασμένον καθαιρεῖν, ἕτερον δὲ λίθινον κατασκευάσαι τὸ πλησίον ὄρος λατομήσαντας· τάξαι δὲ ἐπὶ τῆς οἰκοδομίας ἐπιστάτην Ναχέ9.27.12 ρωτα. τὸν δὲ ἐλθόντα μετὰ Μωΰσου εἰς Μέμφιν πυθέσθαι παρ' αὐτοῦ εἴ τι ἄλλο ἐστὶν εὔχρηστον τοῖς ἀνθρώποις· τὸν δὲ φάναι γένος τῶν βοῶν, διὰ τὸ τὴν γῆν ἀπὸ τούτων ἀροῦσθαι· τὸν δὲ Χενεφρῆν, προσαγορεύσαντα ταῦρον Ἆπιν, κελεῦσαι ἱερὸν αὐτοῦ τοὺς ὄχλους καθιδρύσασθαι καὶ τὰ ζῷα τὰ καθιερωθέντα ὑπὸ τοῦ Μωΰσου κελεύειν ἐκεῖ φέροντας θάπτειν, κατακρύπτειν θέλοντα τὰ τοῦ 9.27.13 Μωΰσου ἐπινοήματα. ἀποξενωσάντων δὲ αὐτὸν τῶν Αἰγυπτίων ὁρκωμοτῆσαι τοὺς φίλους μὴ ἐξαγγεῖλαι τῷ Μωΰσῳ τὴν ἐπισυνισταμένην αὐτῷ ἐπιβου9.27.14 λὴν καὶ προβαλέσθαι τοὺς ἀναιρήσοντας αὐτόν. μηδενὸς δ' ὑπακούσαντος ὀνειδίσαι τὸν Χενεφρῆν Χανεθώθην, τὸν μάλιστα προσαγορευόμενον ὑπ' αὐ9.27.15 τοῦ· τὸν δὲ ὀνειδισθέντα ὑποσχέσθαι τὴν ἐπίθεσιν, λαβόντα καιρόν. ὑπὸ δὲ τοῦτον τὸν καιρὸν τῆς Μέρριδος τελευτησάσης ὑποσχέσθαι τὸν Χενεφρῆν τῷ τε Μωΰσῳ καὶ τῷ Χανεθώθῃ τὸ σῶμα διακομίσαντας εἰς τοὺς ὑπὲρ Αἴγυπτον τόπους θάψαι, ὑπολαβόντα τὸν Μώϋσον ὑπὸ τοῦ Χανεθώθου ἀναιρεθήσε9.27.16 σθαι. πορευομένων δὲ αὐτῶν τὴν ἐπιβουλὴν τῷ Μωΰσῳ τῶν συνειδότων ἐξαγγεῖλαί τινα· τὸν δὲ φυλάσσοντα αὑτὸν τὴν μὲν Μέρριν θάψαι, τὸν δὲ ποταμὸν καὶ τὴν ἐν ἐκείνῳ πόλιν Μερόην προσαγορεῦσαι· τιμᾶσθαι δὲ τὴν Μέρριν 9.27.17 ταύτην ὑπὸ τῶν ἐγχωρίων οὐκ ἐλαχίστως ἢ τὴν Ἶσιν. Ἀάρωνα δὲ τὸν τοῦ Μωΰσου ἀδελφὸν τὰ περὶ τὴν ἐπιβουλὴν ἐπιγνόντα συμβουλεῦσαι τῷ ἀδελφῷ φυγεῖν εἰς τὴν Ἀραβίαν· τὸν δὲ πεισθέντα, ἀπὸ Μέμφεως τὸν Νεῖλον διαπλεύ9.27.18 σαντα ἀπαλλάσσεσθαι εἰς τὴν Ἀραβίαν. τὸν δὲ Χανεθώθην πυθόμενον τοῦ Μωΰσου τὴν φυγὴν ἐνεδρεύειν ὡς ἀναιρήσοντα· ἰδόντα δὲ ἐρχόμενον σπάσασθαι τὴν μάχαιραν ἐπ' αὐτόν, τὸν δὲ Μώϋσον προκαταταχήσαντα τήν τε χεῖρα κατασχεῖν αὐτοῦ καὶ σπασάμενον τὸ ξίφος φονεῦσαι τὸν Χανεθώθην· 9.27.19 διεκδρᾶναι δὲ εἰς τὴν Ἀραβίαν καὶ Ῥαγουήλῳ τῷ τῶν τόπων ἄρχοντι συμβιοῦν, λαβόντα τὴν ἐκείνου θυγατέρα· τὸν δὲ Ῥαγουῆλον βούλεσθαι στρα τεύειν ἐπὶ τοὺς Αἰγυπτίους, κατάγειν βουλόμενον τὸν Μώϋσον καὶ τὴν δυναστείαν τῇ τε θυγατρὶ καὶ τῷ γαμβρῷ κατασκευάσαι· τὸν δὲ Μώϋσον ἀποκωλῦσαι, στοχαζόμενον τῶν ὁμοφύλων· τὸν δὲ Ῥαγουῆλον διακωλύοντα στρατεύειν τοῖς 9.27.20 Ἄραψι προστάξαι λῃστεύειν τὴν Αἴγυπτον. ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ τὸν Χενεφρῆν πρῶτον ἁπάντων ἀνθρώπων ἐλεφαντιάσαντα μεταλλάξαι· τούτῳ δὲ τῷ πάθει περιπεσεῖν διὰ τὸ τοὺς Ἰουδαίους προστάξαι σινδόνας ἀμφιέννυσθαι, ἐρεᾶν δὲ ἐσθῆτα μὴ ἀμπέχεσθαι, ὅπως ὄντες ἐπίσημοι κολάζωνται ὑπ' αὐτοῦ. 9.27.21 τὸν δὲ Μώϋσον εὔχεσθαι τῷ θεῷ, ἤδη ποτὲ τοὺς λαοὺς παῦσαι τῶν κακοπαθειῶν. ἱλασκομένου δ' αὐτοῦ αἰφνιδίως φησὶν ἐκ τῆς γῆς πῦρ ἀναφθῆναι καὶ τοῦτο κάεσθαι, μήτε ὕλης μήτε ἄλλης τινὸς ξυλείας οὔσης ἐν τῷ τόπῳ. τὸν δὲ Μώϋσον δείσαντα τὸ γεγονὸς φεύγειν· φωνὴν δ' αὐτῷ θείαν εἰπεῖν στρατεύειν ἐπ' Αἴγυπτον καὶ τοὺς Ἰουδαίους διασώσαντα εἰς τὴν