1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

73

βούλεται. Ἀκούσατε, ἄνδρες, ἀκούσατε, γυναῖκες, φιλοστοργίαν συζύγων, ἣν πρὸς ἀλλήλους μέχρι κινδύνων αὐτῶν ἐπεδείξαντο. Μετὰ γὰρ τὸ κατοικῆσαι τὸν Ἀβραὰμ ἐν Γεράροις, εἶπε περὶ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ, Ἀδελφή μού ἐστιν· ἐφοβήθη γὰρ εἰπεῖν, ὅτι Γυνή μού ἐστι, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι' αὐτήν. Καὶ ἀπέστειλεν Ἀβιμέλεκ ὁ βασιλεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάῤῥαν. Ἐννόησόν μοι τὸν χειμῶνα τῶν λογισμῶν, ὃν ὑπέμενεν ὁ δίκαιος, ὁρῶν αὐτοῦ τὴν γυναῖκα ἀπαγομένην, καὶ οὐδὲν δυνάμενος ἐπαμῦναι. Σιγῇ γὰρ ἅπαντα ἔφερεν, εἰδὼς ὅτι οὐ περιόψεται αὐτὸν ὁ ∆εσπότης, ἀλλὰ ταχεῖαν παρέξει τὴν συμμαχίαν. Καὶ τῆς Σάῤῥας δὲ θαυμάσαι ἔστι τὴν πολλὴν φιλοστοργίαν, ἣν, ἵνα τοῦ κινδύνου τὸν δίκαιον ἐξαρπάσῃ, ἐπεδείξατο. Ἐξῆν γὰρ αὐτὴν ἐκκαλύψασαν τὸ δρᾶμα, διαφυγεῖν τὴν ὡμολογημένην ὕβριν· ἀλλ' ὑπέμεινεν ἅπαντα γενναίως, ἵνα τὴν σωτηρίαν τῷ δικαίῳ πραγματεύσηται· καὶ ἐπληροῦτο ἐκεῖνο τὸ εἰρημένον, ὅτι Ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥσπερ γὰρ μία σὰρξ ὄντες, οὕτω τῆς ἀλλήλων σωτηρίας ἐκήδοντο, καὶ τοσαύτην ἐπεδείκνυντο τὴν ὁμόνοιαν, ὡς ἓν σῶμα τυγχάνοντες καὶ μία ψυχή. Ταῦτα ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες, ἵνα καὶ αὗται τοσαύτην περὶ τοὺς ἄνδρας φιλοστοργίαν ἐπιδείκνυνται, καὶ οὗτοι οὕτω πολλὴν τὴν περὶ αὐτὰς εὔνοιαν ἔχωσι, καὶ ὡς μίαν ψυχὴν κεκτημένοι, καὶ ἓν σῶμα ὄντες, οὕτω πάντα διαπράττωνται. Καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεκ τὴν νύκτα, καὶ εἶπεν· Ἰδοὺἀποθνήσκεις περὶ τῆς γυναικὸς ἧς ἔλαβες· αὕτη δέ ἐστι συνῳκηκυῖα ἀνδρί. Ὅρα Θεοῦ φιλανθρωπίαν· ἐπειδὴ εἶδε τὸν δίκαιον διὰ τὸν τοῦ θανάτου φόβον γενναίως τῆς Σάῤῥας ἐνεγκόντα τὴν ἀφαίρεσιν, καὶ τὸν βασιλέα ὡς ἀδελφὴν τοῦ δικαίου οὕτως αὐτὴν ἀγόμενον, λοιπὸν τὴν οἰκείαν πρόνοιαν ἐπιδείκνυται, ὁμοῦ καὶ τὸν δίκαιον περιφανέστερον ἀποδεικνὺς, καὶ τὴν Σάῤῥαν τῆς ὕβρεως ἐλευθερῶν, καὶ μετὰ βασιλέα ἀπαλλάττων τῆς παρανομίας. Ἀβιμέλεκ δὲ, φησὶν, οὐχ ἥψατο αὐτῆς, ἀλλὰ καὶ ἀπολογεῖται ὑπὲρ τοῦ τολμήματος, καί φησι· Κύριε, ἔθνος δίκαιον καὶ ἀγνοοῦν ἀπολεῖς; Μὴ γὰρ εἰδὼς γυναῖκα αὐτοῦ τοῦτο πεποίηκα; μὴ γὰρ ἀδικῆσαι βουλόμενος τὸν ξένον; μὴ γὰρ ὡς γυναῖκα ἀφαιρούμενος; ὡς ἀδελφὴν μέλλων λαμβάνειν τοῦτο διεπραξάμην, νομίζων καὶ ταύτῃ τιμήσειν αὐτόν. Οὐκ αὐτός μοι εἶπεν, ὅτι Ἀδελφή μού ἐστι; καὶ αὕτη μοι εἶπεν, ὅτι Ἀδελφός μού ἐστι; Τί οὖν ὁ φιλάνθρωπος ∆εσπότης; Κἀγὼ ἔγνων, ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, ὅτι αὐτοὶ τοῦτο τὸ δρᾶμα κατεσκεύασαν, καὶ ὅτι ἀπατηθεὶς τοῖς παρ' αὐτῶν λεγομένοις, τοῦτο πεποίηκας· καὶ διὰ τοῦτο, ἵνα μὴ διὰ τὴν ἀπάτην ἐκείνων ἁμάρτῃς, ἐφεισάμην τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ. Μὴ δὴ ἁπλῶς, ὡς ἑνὶ τῶν τυχόντων, πρόσεχε τῷ ἀνδρὶ, ἀλλὰ μάνθανε ὅτι τῶν ἐμοὶ περισπουδάστων ἐστὶ, καὶ τῶν πολλὴν ἐχόντων πρὸς ἐμὲ τὴν οἰκείωσιν. Ἀπόδος τοίνυν τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ, καὶ προσεύξεται περὶ σοῦ, καὶ ζήσῃ. Ἐκεῖνος μὲν γὰρ δεδοικὼς τὸν παρὰ σοῦ θάνατον, τὸ δρᾶμα τοῦτο παρεσκεύασε, καὶ μονονουχὶ συνέπραξε πρὸς τὴν τῆς Σάῤῥας ὕβριν· γίνωσκε δὲ, ὅτι αἱ παρ' ἐκείνου προσευχαὶ τὴν ζωήν 63.662 σοι παρέξουσιν. Εἰ δὲ μὴ ἀποδῷς, γνῶθι ὅτι ἀποθανῇ σὺ, καὶ πάντα τὰ σά. Οὐ μόνον γὰρ αὐτὸς τῆς παρακοῆς ὑφέξεις τὴν τιμωρίαν, ἀλλὰ καὶ πάντα τὰ σά. Ἐγερθεὶς δὲ Ἀβιμέλεκ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ, καὶ ἐλάλησε πάντα τὰ ῥήματα εἰς τὰ ὦτα αὐτῶν· εἶτα ἐκάλεσε καὶ τὸν Ἀβραάμ. Ἐννόει μοι μεθ' ὅσης λοιπὸν τῆς περιφανείας εἰσάγεται ὁ δίκαιος πρὸς τὸν βασιλέα, ὁ πρὸ μικροῦ εὐκαταφρόνητος νομιζόμενος, καὶ οὐδὲν τούτων εἰδώς. Ἐμάνθανε λοιπὸν παρ' αὐτοῦ τοῦ βασιλέως τὰ παρὰ τοῦ Θεοῦ δι' αὐτὸν εἰς ἐκεῖνον γεγενημένα· εἶπε γὰρ αὐτῷ, Τί τοῦτο ἐποίησας ἡμῖν; τί ἡμάρτομεν εἰς σὲ, ὅτι ἐπήγαγες ἐπ' ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; Μὴ γὰρ μέχρις ἐμοῦ, φησὶν, εἶχε στῆναι τὰ τῆς τιμωρίας; πᾶσά μου ἡ βασιλεία ἄρδην ἔμελλεν ἀφανίζεσθαι ἐκ τῆς ἀπάτης τῆς παρὰ σοῦ γεγενημένης. Τί οὖν ἐνιδὼν ἐποίησας τοῦτο; τίνος ἕνεκεν; τί ἐννοήσας; Τί οὖν ὁ Ἀβραάμ; Ἐναγώνιος, φησὶ, γέγονα,