ταῦτα Χριστός· "Πορεύου, καὶ σὺ ποίει ὁμοίως." Ἀνόνητον γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα, τοῖς λαχοῦ σιν αὐτὸ, καὶ τοῖς δοκοῦσιν εἶναι νομομαθέσι, τὸ ὠνομάσθαι νομομαθεῖς, εἰ μὴ δι' αὐτῶν εὐδοκιμοῦσι τῶν ἔργων. Ἰδοὺ γὰρ πέπλεκται τῆς ἀγάπης ὁ στέ φανος τῷ τὸν πλησίον ἠγαπηκότι· Σαμαρείτης οὗτος ἦν, ἀλλ' οὐκ ἀπόβλητος. ∆ιὰ τοῦτο μεμαρτύρηκεν ὁ πρῶτος ἐν μαθηταῖς, τουτέστιν ὁ μακάριος Πέτρος, ὧδέ πως φήσας· "Ἐπ' ἀληθείας καταλαμβάνομεν ὅτι οὐκέτι προσωπολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι." Προσίεται γὰρ ἅπαντας τοὺς τῶν ἀγαθῶν ἐπιτηδευμάτων ἐραστὰς ὁ φιλάρετος Κύριος, καὶ ἀσπάζεται, καὶ γνησίους τίθησι, καὶ τῶν μελ λόντων ἀξιοῖ ἀγαθῶν. 9Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὑτῆς.9 (A f. 146 b) Πλὴν, κατὰ τὴν ἱστορίαν, μέγα τι χρῆμα καὶ ἀξιόκτητον ὁ τῆς φιλοξενίας τρόπος· καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Παῦλος· "Τῆς φιλο ξενίας μὴ ἐπιλανθάνεσθε." Τοιαύτη τις ἡ Μάρθα ὑποδεχομένη τὸν Κύριον, ἣν καλὸν καὶ μιμήσασθαι· ὥσπερ καὶ τὴν φιλομαθεστάτην αὐτῆς ἀδελφὴν Μα ρίαν, ἣ τοῖς τοῦ Σωτῆρος ποσὶ προσιζήσασα, τῶν παρ' αὐτοῦ διδαγμάτων τὴν ἑαυτῆς ἐμπίπλησι φρέ να. Ὀνίνησι δὲ πάλιν καὶ διὰ τούτων ὁ Σωτὴρ τοὺς ἑαυτοῦ μαθητὰς, ἵν' εἰδεῖεν, ὅπως τε καὶ τίνα τρό πον ταῖς τῶν ἐπιδεχομένων αὐτοὺς οἰκίαις ἐνδιαιτᾶ σθαι χρή. ∆εῖ γὰρ εἰσβάλλοντας οὐχ ὑπτιοῦσθαι μᾶλλον εἰς ἀνέσεις, οὔτε μὴν ὅλως δοκεῖν ταύτης ἕνεκα τῆς αἰτίας καταλύειν παρά τισιν, ἀλλ' ἵνα 72.685 μᾶλλον αὐτοὺς ἐπιμεστώσειαν μαθημάτων θείων καὶ ἱερῶν. Οἱ δὲ τὴν ἑστίαν αὐτοῖς ἀνευρύνοντες, ὑπαν τάτωσαν ἱλαροὶ καὶ πρόθυμοι· οὐχ ὡς διδόντες τι μᾶλλον, ἀλλ' ὡς αὐτοὶ ληψόμενοι, κατὰ διττὸν τρό πον· πρῶτον μὲν γὰρ ταῖς παρὰ τῶν ξενιζομένων ἐντρυφήσουσι μυσταγωγίαις· εἶτα πρὸς τούτῳ καὶ τὸν τῆς φιλοξενίας κερδανοῦσι μισθόν. Ἐπιδεχόμενοι δὲ εἰς ἑστίαν τοὺς ἀδελφοὺς, μὴ περισπάσθωσαν περὶ πολλὴν διακονίαν, μὴ ζητείτωσαν τὰ ὑπὲρ χεῖρα καὶ χρείαν· λυπεῖ γὰρ πανταχοῦ ἐν παντὶ πράγματι τὸ περιττόν· ἐνεργάζεται μὲν γὰρ τοῖς φιλοξενεῖν ἐθέ λουσιν ὄκνον· καμάτου δὲ τοῖς ἑστιωμένοις εὑρίσκε ται πρόξενον.
ΚΕΦΑΛ. ΙΑʹ.
Ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμε νον.9 (A f. 147) Καί τοι Θεός ἐστιν ἀληθινὸς, καὶ Υἱὸς τοῦ ἐπὶ πάντας Θεοῦ, καὶ διανέμει μὲν αὐτὸς τῇ κτί σει τὰ πάντα, δι' ὧν ἂν εὖ ἔχοι καὶ σώζηται· δεῖται δὲ ὅλως αὐτὸς οὐδενός· πλήρης γάρ ἐστι, φησὶν, αὐ τός· τίνος οὖν ἐν χρείᾳ καθεστάναι φαίη τις ἂν αὐ τὸν, πάντα ἔχοντα φυσικῶς τὰ τοῦ Πατρός; Ἔφη γὰρ ἐναργῶς, ὅτι "Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν." Ἔχει δὲ ὁ Πατὴρ τὸ εἶναι πλήρης ἀγαθοῦ παντὸς καὶ θεοπρεπῶν ἀξιωμάτων. Ἔστι δὲ τοῦτο καὶ τοῦ Υἱοῦ· καὶ τοῦτο εἰδότες οἱ ἅγιοι λέγουσιν, ὅτι "Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν." Τί δῆτα οὖν προσεύχεται, φησὶν, εἰ πλήρης ἐστὶ, καὶ οὐδενὸς ὅλως δεῖται τῶν τοῦ Πατρός; Πρὸς τοῦτό φα μεν ὅτι δίδωσι μὲν αὐτῷ τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος τὸ εἴπερ ἕλοιτο πληροῦν τὰ ἀνθρώπινα, καιροῦ καλοῦντος εἰς τοῦτο. Εἰ γὰρ ἔφαγε καὶ πέ πωκεν, ὕπνου τε μετεσχηκὼς εὑρίσκεται, τί τὸ ἄτο πον κἂν εἰ τοῖς καθ' ἡμᾶς συγκαθιστάμενος μέτροις, καὶ ἀνθρωπίνην δικαιοσύνην ἀποπληρῶν, οὐκ ἀνεπι τήδευτον ἐποιεῖτο τὴν προσευχήν; ἵνα ἡμᾶς διδάξῃ μὴ ῥᾳθύμους εἶναι πρὸς τοῦτο· συντείνεσθαι δὲ μᾶλ λον λιτὰς, οὐκ ἐν πλατείαις ἑστῶτας μέσαις (ἔδρων γὰρ τοῦτο τῶν Ἰουδαίων τινὲς, Γραμματεῖς δέ εἰσιν οὗτοι καὶ Φαρισαῖοι, φιλοδοξίας ἀφορμὴν τὸ χρῆμα ποιούμενοι), καταμόνας δὲ μᾶλλον, ἡσυχῇ τε καὶ ἀνα κεχωρημένως, καὶ οἷον μόνους