74
μήποτε διὰ τὸ ἔτι τῇ πλάνῃ ὑμᾶς κατέχεσθαι, οὐδεμίαν τοῦ δικαίου πρόνοιαν ποιῆσθε, καὶ μαθόντες αὐτὴν γυναῖκά μου γεγενῆσθαι, διὰ τὴν περὶ ταύτην ἐπιθυμίαν ἐμὲ ἀνελεῖν ἐπιχειρήσητε. Μὴ οὖν νομίσητέ με καὶ οὕτως ἐψεῦσθαι. Καὶ γὰρ ἀδελφή μού ἐστιν ἐκ τοῦ πατρὸς, ἀλλ' οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα. Μὴ τοίνυν καταγνῶτέ μου. Εἰ γὰρ καὶ ὁ φόβος τοῦ θανάτου εἰς τὴν ἀνάγκην με ταύτην κατέστησε, καὶ τὸ δεδοικέναι μήποτε διὰ ταύτην ἐμὲ μὲν ἀποκτείνητε, ταύτην δὲ περιποιήσησθε, ἀλλ' ὅμως οὐδὲ οὕτως ἐστὶ ψεῦδος τὸ παρ' ἐμοῦ εἰρημένον. Ταῦτα εἰπὼν ὁ δίκαιος, καὶ τὸν θυμὸν τοῦ βασιλέως κατεμάλαξε, καὶ τὴν οἰκείαν ἀρετὴν ἐξεκάλυψε, καὶ ἀρκοῦσαν αὐτοῖς διδασκαλίαν θεοσεβείας ἐνέθηκεν. Αἰδεσθεὶς τοίνυν ὁ βασιλεὺς τοῦ δικαίου τὴν πολλὴν ἐπιείκειαν, τῇ οἰκείᾳ φιλοτιμίᾳ ἀμείβεται τὸν πατριάρχην. Ἔλαβε γὰρ, φησὶν, Ἀβιμέλεκ χίλια δίδραχμα, καὶ πρόβατα, καὶ μόσχους, καὶ παῖδας καὶ παιδίσκας, καὶ ἀπέδωκεν αὐτῷ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ. Εἶδες τὴν εὐμήχανον τοῦ Θεοῦ σοφίαν; Ὁ γὰρ περὶ τοῦ θανάτου δεδοικὼς, καὶ πάντα ποιῶν ὥστε δυνηθῆναι τοῦτον διαφυγεῖν, οὐ μόνον τὸν θάνατον διέφυγεν, ἀλλὰ καὶ τοσαύτης ἠξίωται παῤῥησίας, καὶ περιφανὴς ἀθρόον γίνεται. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ Θεοῦ· οὐ μόνον τῶν λυπηρῶν ἐλευθεροῖ τοὺς γενναίως ἀντέχειν πρὸς τοὺς ἐπιόντας πειρασμοὺς σπουδάζοντας, ἀλλὰ καὶ τοσαύτην ἐν αὐτοῖς τοῖς λυπηροῖς παρέχει τὴν εὐφροσύνην, ὡς καὶ λήθην αὐτῶν ἡμᾶς ἔχειν παντελῆ, καὶ ἐν πολλῇ γίνεσθαι τῇ τῶν ἀγαθῶν περιουσίᾳ· οἷον καὶ ἐπὶ τοῦ δικαίου τούτου γέγονεν. Οὐ μόνον γὰρ τοῖς τοσούτοις δώροις αὑτὸν τιμᾷ, ἀλλὰ καὶ τὴν ἐξουσίαν αὐτῷ δίδωσι τῆς ἐν τῇ γῇ αὐτοῦ κατοικήσεως. Ἰδοὺ γὰρ, φησὶν, ἡ γῆ μου ἐναντίον σού ἐστιν, οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει. Ἐπειδὴ γὰρ ἔμαθεν ὅτι δι' ἐκεῖνον καὶ τὰς ἐκείνου προσευχὰς ἡ ζωὴ αὐτῷ κεχάρισται, ὡς εὐεργέτην λοιπὸν καὶ κηδεμόνα τὸν ξένον, τὸν ἀλήτην, τὸν οὐδαμόθεν γνώριμον, οὕτω θεραπεύειν ἐπείγεται. Καὶ ἐγένετο, ἡνίκα πρὸς ἔσχατον γῆρας ἤλασεν Ἀβραὰμ, βουλόμενος τὸν Ἰσαὰκ τῆς τῶν Χαναναίων συγγενείας ἀπαλλάξαι, ἵνα μὴ ἐκεῖθεν ἀγάγηται γυναῖκα, καλέσας τῶν οἰκετῶν τὸν εὐνούστερον, ἐντέλλεται αὐτῷ περὶ τούτου, καί φησι· Θὲς τὴν χεῖρά σου ἐπὶ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων Χαναναίων, μεθ' ὧν ἐγὼ κατοικῶ ἐν 63.663 αὐτοῖς, ἀλλ' εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. Εἶδες τὴν ἐντολὴν τοῦ πατριάρχου τὴν πρὸς τὸν οἰκέτην γενομένην; Ἐννόησον ὅπως τὸ παλαιὸν ἐποιοῦντο σπουδὴν, οὐ χρημάτων ζητοῦντες περιουσίαν, οὐ πολὺν πλοῦτον καὶ ἀνδράποδα καὶ πλέθρα γῆς τόσα καὶ τόσα, οὐ τοῦ ἔξωθεν κάλλους τὴν εὐμορφίαν, ἀλλὰ τῆς ψυχῆς τὸ κάλλος ἐπεζήτουν καὶ τρόπων εὐγένειαν. Ἀλλ' ὁ μὲν πατριάρχης τῆς κατὰ ψυχὴν ἀρετῆς ἐπιμελούμενος, καὶ φεύγων τῶν ἐγχωρίων τὴν πονηρίαν, τοῦτο ποιεῖ· οἱ δὲ νῦν ἅπαντες οὐκ ἄν ποτε ἀνάσχοιντο τοιοῦτόν τι ἐννοῆσαι, ἀλλὰ κἂν μυρίων ᾖ κακῶν ἀνάμεστος, ἒν μόνον ἐπιζητοῦσι, τῶν χρημάτων τὴν περιουσίαν, καὶ τὰ ἄλλα πάντα δεύτερα αὐτοῖς νενόμισται· οὐκ εἰδότες, ὅτι γνώμης διεφθαρμένης οὔσης, κἂν ἄφατος ἐπιῤῥέῃ πλοῦτος, θᾶττόν τις εἰς ἐσχάτην πενίαν ἐπανήξει, καὶ οὐδὲν ὄφελος ἔσται τῆς περιουσίας, οὐκ οὔσης τῆς οἰκονομεῖν ταῦτα δυναμένης δεόντως ψυχῆς. Λαβὼν τοίνυν ὁ παῖς τὰς καμήλους, καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ, ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν, εἰς τὴν πόλιν Ναχὼρ τοῦ ἀδελφοῦ Ἀβραὰμ, καὶ ἀνέπαυσε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος· καὶ εἶπε, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, εὐόδωσον ἐναντίον μου σήμερον, καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ· καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων ἐκπορεύονται ἀντλῆσαι ὕδωρ· καὶ ἔσται, ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Ἐπίκλινον τὴν ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ μοι, Πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πᾶσαι πίνουσαι· ταύτην ἡτοίμασας τῷ