μόνῳ λαλοῦντας Θεῷ, καθαρῷ καὶ ἀπερισπάστῳ νῷ. Ἔδει γὰρ ἀγαθοῦ παν τὸς καὶ ἐπωφελεστάτου πράγματος ἀρχὴν καὶ διδά σκαλον οὐχ ἕτερόν τινα ἡμῖν γενέσθαι μᾶλλον, ἀλλ' αὐτὸν τὸν ἐν πᾶσι πρωτεύοντα καὶ τὰς παρὰ πάντων δεχόμενον λιτάς. 9Εἶπε δὲ αὐτοῖς· Ὅταν προσεύχησθε, λέγετε· Πάτερ ἡμῶν, κ.τ.λ.9 (A f. 149) Ὢ πολλῆς ἀφθονίας! ὢ γαληνότητος ἀσυγκρίτου καὶ μόνῳ πρεπούσης αὐτῷ! Τὴν ἰδίαν ἡμῖν χαρίζεται δόξαν, ἀναβιβάζει τὸ δοῦλον εἰς ἐλεύ θερον ἀξίωμα, Πατέρα καλεῖν ἐφίησι τὸν Θεὸν, ὡς ἐν υἱῶν τάξει γεγενημένους. Παρ' αὐτοῦ δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐσχήκαμεν· καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ· "Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι." 72.688 Μεμορφώμεθα γὰρ εἰς υἱότητα, διὰ γεννήσεως τῆς πνευματικῆς, τελουμένης ἐν ἡμῖν οὐκ ἐκ σπορᾶς φθαρτῆς μᾶλλον, ἀλλὰ διὰ λόγον ζῶντος Θεοῦ καὶ μένοντος, καθὰ γέγραπται· "Βουληθεὶς γὰρ ἀπεκύη σεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν ἑαυτοῦ κτισμάτων." Ἔφη γὰρ οὕτω τις τῶν ἁγίων ἀποστόλων. Καὶ αὐτὸς δέ που Χριστὸς, τὴν τοῦ πράγματος ὁδὸν ἐναργῆ καθίστη, λέγων· "Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ." Μᾶλλον δὲ, δεῖ γὰρ πρὸς ὑμᾶς καί τι τῶν ἀποῤῥήτων εἰπεῖν, αὐτὸς ἡμῖν γέγονε τῆς οὕτω λαμπρᾶς καὶ ἀξιοκτή του χάριτος ὁδὸς, καὶ θύρα, καὶ ἀφορμὴ, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθών· ἔλαβε γὰρ δούλου μορφὴν, καίτοι καθ' ὃ νοεῖται καὶ ἔστιν Θεὸς, ἐλεύθερος ὢν, ἵν' ἡμῖν τὰ ἑαυτοῦ χαρίσηται. Μόνος γὰρ κατὰ φύσιν ἐλεύθερος αὐτὸς, ὅτι καὶ μόνος ἐστὶν Υἱὸς τοῦ τὰ πάντα ὑπερκειμένου καὶ κατεξουσιάζοντος τῶν ὅλων, φύσει τε καὶ ἀληθῶς ἐλευθέρου Πατρός· πᾶν γὰρ τὸ παρενεχθὲν εἰς γένεσιν, δοῦλον ὑπέχει τῷ κτίσαντι τὸν αὐχένα. Ψάλλει γοῦν ὁ Μελῳδὸς, καί φησι πρὸς αὐτόν· "Ὅτι τὰ σύμπαντα δοῦλά σου." Ὅτι δὲ τὰ ἡμῶν εἰς ἑαυτὸν μεταθεὶς, οἰκονομικῶς δέδωκεν ἡμῖν τὰ ἑαυτοῦ, πιστώσεται γράφων ὁ τῶν αὐτοῦ μυστη ρίων ἱερουργὸς, ὁ πάνσοφος Παῦλος· "Ὅτι πλούσιος ὢν, ἐπτώχευσεν, ἵν' ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλου τήσωμεν." Πτωχεία μὲν γὰρ τῷ Θεῷ Λόγῳ, τὰ καθ' ἡμᾶς, ἤτοι τὰ ἀνθρώπινα· πλοῦτος δὲ τῇ ἀνθρώπου φύσει, τὸ λαβεῖν τὰ αὐτοῦ· ὧν ἕν ἐστι τὸ ἐλεύθερον ἀξίωμα, πρέπον ὡς μάλιστα τοῖς εἰς υἱότητα κεκλη μένοις. Αὐτοῦ δὲ καὶ τοῦτο, ὡς ἔφην, τὸ δῶρον· ἔφη γὰρ πρὸς ἡμᾶς· "Καὶ πατέρα μὴ καλέσητε ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν, ὁ οὐράνιος· πάν τες δὲ ὑμεῖς ἀδελφοί ἐστε." Ἐπειδὴ γὰρ γέγονε καθ' ἡμᾶς, διὰ τοῦτο πεπλουτήκαμεν ἡμεῖς τὴν πρὸς αὐτὸν ἀδελφότητα. Κελεύει τοίνυν παῤῥησιάζεσθαί τε καὶ λέγειν ἐν προσευχαῖς Πατέρα. Οἰκονομικώτατα δὲ λίαν δίδωσι κἀκεῖνο τοῖς προσευχομένοις ἐννοεῖν· εἰ γὰρ Πατέρα καλοῦμεν τὸν Θεὸν, καὶ τῆς οὕτω λαμ πρᾶς ἠξιώθημεν τιμῆς, πῶς οὐκ ἀξίως τοῦ τετιμη κότος πολιτευσόμεθα· Τοῦτό τις ἔφη τῶν ἁγίων ἀπο στόλων· "Εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολή πτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε." 9Ἁγιασθήτω τὸ ὄνομά σου.9 (A f. 149 b) Ἆρα ἁγιασμοῦ προσθήκην ἐγγενέσθαι παρακαλοῦμεν τῷ παναγίῳ Θεῷ; Καὶ μὴν τοῦτο ἐστιν οὐκ ἄμεμπτον παντελῶς. Πλήρης γάρ ἐστι, καθά φησιν αὐτὸς, ἐξ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ παν τέλειος, καὶ αὐτός ἐστιν ὁ χορηγῶν τῇ κτίσει τὸν ἁγιασμὸν ἐξ ἰδίου πληρώματος. Πρὸς δὲ αὖ τούτοις, εὔηθες καὶ καταγέλαστον τὸ νομίζεσθαι τοὺς 72.689 προσευχομένους οὐχ ὑπέρ γε μᾶλλον ἑαυτῶν, ἀλλ' ὑπὲρ αὐτοῦ ποιεῖσθαι τὰς λιτάς. Τί οὖν ἄρα ἐστὶ τὸ, "Ἁγιασθήτω τὸ ὄνομά σου;" Φαμὲν, ὅτι οὐχ ἁγια σμοῦ προσθήκην ἐνυπάρξαι παρακαλοῦσι τῷ ἐπὶ πάντας Θεῷ. Τίς γάρ ἐστιν ὁ μείζων αὐτοῦ, καὶ προσδοῦναί τι δυνάμενος; Χωρὶς γὰρ πάσης ἀντιλο γίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται· ἐκεῖνο δὲ μᾶλλον ἑαυτοῖς τε καὶ πᾶσιν ὑπάρξαι πα ρακαλοῦσιν. Ὅτε διακείμεθα καὶ πιστεύομεν ὅτι Θεὸς ὁ φύσει