1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

75

χρησαμένους διακομίζειν. 9.27.36 τῷ δὲ Μωΰσῳ φωνὴν θείαν γενέσθαι πατάξαι τὴν θάλασσαν τῇ ῥάβδῳ καὶ διαστῆσαι. τὸν δὲ Μώϋσον ἀκούσαντα ἐπιθιγεῖν τῇ ῥάβδῳ τοῦ ὕδατος, καὶ οὕτως τὸ μὲν νᾶμα διαστῆναι, τὴν δὲ δύναμιν διὰ ξηρᾶς ὁδοῦ πορεύεσθαι. 9.27.37 συνεμβάντων δὲ τῶν Αἰγυπτίων καὶ διωκόντων φησὶ πῦρ αὐτοῖς ἐκ τῶν ἔμπροσθεν ἐκλάμψαι, τὴν δὲ θάλασσαν πάλιν τὴν ὁδὸν ἐπικλύσαι· τοὺς δὲ Αἰγυπτίους ὑπό τε τοῦ πυρὸς καὶ τῆς πλημμυρίδος πάντας διαφθαρῆναι· τοὺς δὲ Ἰουδαίους διαφυγόντας τὸν κίνδυνον τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ διατρῖψαι, βρέχοντος αὐτοῖς τοῦ θεοῦ κρίμνον ὅμοιον ἐλύμῳ, χιόνι παραπλήσιον τὴν χρόαν. γεγονέναι δέ φησι τὸν Μώϋσον μακρόν, πυρρακῆ, πολιόν, κομήτην, ἀξιωματικόν. ταῦτα δὲ πρᾶξαι περὶ ἔτη ὄντα ὀγδοήκοντα ἐννέα.»

9.28.1 κηʹ. ΕΖΕΚΙΗΛΟΥ ΠΕΡΙ ΜΩΣΕΩΣ «Περὶ δὲ τοῦ τὸν Μώϋσον ἐκτεθῆναι ὑπὸ τῆς μητρὸς εἰς τὸ ἕλος καὶ ὑπὸ τῆς τοῦ βασιλέως θυγατρὸς ἀναιρεθῆναι καὶ τραφῆναι ἱστορεῖ καὶ Ἐζεκιῆλος ὁ τῶν τραγῳδιῶν ποιητής, ἄνωθεν ἀναλαβὼν τὴν ἱστορίαν ἀπὸ τῶν σὺν Ἰακὼβ παραγενομένων εἰς Αἴγυπτον πρὸς Ἰωσήφ. λέγει δὲ οὕτως, τὸν Μώϋσον παρεισάγων λέγοντα· 9.28.2 «Ἀφ' οὗ δ' Ἰακὼβ γῆν λιπὼν Χαναναίαν κατῆλθ' ἔχων Αἴγυπτον ἑπτάκις δέκα ψυχὰς σὺν αὑτῷ καὶ ἐπεγέννησεν πολὺν λαὸν κακῶς πράσσοντα καὶ τεθλιμμένον, ἐς ἄχρι τούτων τῶν χρόνων κακούμενον κακῶν ὑπ' ἀνδρῶν καὶ δυναστείας χερός. ἰδὼν γὰρ ἡμῶν γένναν ἅλις ηὐξημένην δόλον καθ' ἡμῶν πολὺν ἐμηχανήσατο βασιλεὺς Φαραώ, τοὺς μὲν ἐν πλινθεύμασιν οἰκοδομίαις τε βαρέσιν αἰκίζων βροτοὺς πόλεις τ' ἐπύργου σφῶν ἕκατι δυσμόρων. ἔπειτα κηρύσσει μὲν Ἑβραίων γένει τἀρσενικὰ ῥίπτειν ποταμὸν ἐς βαθύρροον. ἐνταῦθα μήτηρ ἡ τεκοῦσ' ἔκρυπτέ με τρεῖς μῆνας, ὡς ἔφασκεν. οὐ λαθοῦσα δὲ ὑπεξέθηκε, κόσμον ἀμφιθεῖσά μοι, παρ' ἄκρα ποταμοῦ λάσιον εἰς ἕλος δασύ· Μαριὰμ δ' ἀδελφή μου κατώπτευεν πέλας. κἄπειτα θυγάτηρ βασιλέως ἅβραις ὁμοῦ κατῆλθε λουτροῖς χρῶτα φαιδρῦναι νέον· ἰδοῦσα δ' εὐθὺς καὶ λαβοῦσ' ἀνείλετο, ἔγνω δ' Ἑβραῖον ὄντα· καὶ λέγει τάδε Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βασιλίδι· «θέλεις τροφόν σοι παιδὶ τῷδ' εὕρω ταχὺ ἐκ τῶν Ἑβραίων;» ἡ δ' ἐπέσπευσεν κόρην. μολοῦσα δ' εἶπε μητρὶ καὶ παρῆν ταχὺ αὐτή τε μήτηρ καὶ ἔλαβέν μ' ἐς ἀγκάλας. εἶπεν δὲ θυγάτηρ βασιλέως· Τοῦτον, γύναι, τρόφευε, κἀγὼ μισθὸν ἀποδώσω σέθεν. ὄνομα δὲ Μωσῆν ὠνόμαζε, τοῦ χάριν ὑγρᾶς ἀνεῖλε ποταμίας ἀπ' ᾐόνος.» 9.28.3 τούτοις μεθ' ἕτερα ἐπιλέγει καὶ περὶ τούτων ὁ Ἐζεκιῆλος ἐν τῇ τραγῳδίᾳ, τὸν Μωυσῆν παρεισάγων λέγοντα· «Ἐπεὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι, ἤγαγέ με μήτηρ βασιλίδος πρὸς δώματα, ἅπαντα μυθεύσασα καὶ λέξασά μοι γένος πατρῷον καὶ θεοῦ δωρήματα. ἕως μὲν οὖν τὸν παιδὸς εἴχομεν χρόνον, τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν ἅπανθ' ὑπισχνεῖθ', ὡς ἀπὸ σπλάγχνων ἑῶν· ἐπεὶ δὲ πλήρης κόλπος ἡμερῶν παρῆν, ἐξῆλθον οἴκων βασιλικῶν πρὸς ἔργα γὰρ θυμός μ' ἄνωγε καὶ τέχνασμα βασιλέως. ὁρῶ δὲ πρῶτον ἄνδρας ἐν χειρῶν νόμῳ, τὸν μέν γ' Ἑβραῖον, τὸν δὲ γένος Αἰγύπτιον. ἰδὼν δ' ἐρήμους καὶ παρόντα μηδένα ἐρρυσάμην ἀδελφόν, ὃν δ' ἔκτειν' ἐγώ, ἔκρυψα δ' ἄμμῳ τοῦτον, ὥστε μὴ εἰσιδεῖν ἕτερόν τιν' ἡμᾶς κἀπογυμνῶσαι φόνον. τῇ 'παύριον δὲ πάλιν ἰδὼν ἄνδρας δύο, μάλιστα δ' αὐτοὺς συγγενεῖς, πατουμένους λέγω· Τί τύπτεις ἀσθενέστερον σέθεν; ὁ δ' εἶπεν· Ἡμῖν τίς σ' ἀπέστειλε κριτὴν ἢ 'πιστάτην ἐνταῦθα; μὴ κτενεῖς σύ με, ὥσπερ τὸν ἐχθὲς ἄνδρα; καὶ δείσας ἐγὼ ἔλεξα· Πῶς ἐγένετο συμφανὲς τόδε; καὶ πάντα βασιλεῖ ταῦτ' ἀπήγγειλεν ταχύ· ζητεῖ δὲ Φαραὼ τὴν ἐμὴν ψυχὴν λαβεῖν· ἐγὼ δ' ἀκούσας ἐκποδὼν μεθίσταμαι καὶ