1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

75

παιδί σου Ἰσαὰκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ. Ὅρα τοῦ οἰκέτου τὴν σύνεσιν. Ἐπειδὴ γὰρᾔδει τοῦ πατριάρχου τὸ φιλόξενον, καὶ ὅτι τὴν κόρην τὴν ἐκεῖ μέλλουσαν ἀπάγεσθαι, ὁμότροπον προσήκει εἶναι τῷ δικαίῳ, οὐδὲν ἕτερον τεκμήριον ἐπιζητεῖ, ἀλλ' ἀπὸ τῆς γνώμης τὴν φιλοξενίαν χαρακτηρίσαι βούλεται τῆς κόρης· καί φησιν· Ἐὰν ἐμοῦ αἰτήσαντος παρ' αὐτῆς τὸ ὕδωρ, ἐπικλίνῃ μοι τὴν ὑδρίαν, καὶ μὴ μόνον τὸ αἰτηθὲν ποιήσῃ, ἀλλὰ καὶ τὴν δουλείαν τῆς οἰκείας γνώμης ἐπιδείξηται, καὶ εἴπῃ. Καὶ ταῖς καμήλοις σου ἐφυδρεύσομαι· ἀρκοῦσαν ἀπόδειξιν παρέσχε διὰ τῆς τοῦ ὕδατος παροχῆς τῆς τῶν τρόπων ἐπιεικείας. Εἶτα, ἐπειδὴ εἶδε διὰ τῶν ἔργων τὴν ἐνέργειαν τῶν εὐχῶν τοῦ πατριάρχου; καὶ ἐπέτυχε, καθάπερ ἐπεθύμει, τῆς κόρης, καὶ εἶδεν αὐτῆς τὴν ὑπερβάλλουσαν φιλοξενίαν (Ἔσπευσε γὰρ καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτήριον, καὶ ἔδραμεν ἔτι ἐπὶ τὸ φρέαρ ἀντλῆσαι, καὶ ὑδρεύσασα πάσαις ταῖς καμήλοις αὐτοῦ, καὶ οὔτε ὡς ξένον ἀπέφυγεν, οὔτε προφάσει τῆς σωφροσύνης ἀνένευσε πρὸς τὴν αἴτησιν), κατεμάνθανε λοιπὸν καὶ περιειργάζετο μετὰ ἀκριβείας τὰ κατ' αὐτὴν, καὶ ἠρώτα· Τίνος εἶ θυγάτηρ; καὶ, Εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν καταλῦσαι; Καὶ σκόπει τῆς κόρης τὴν ἀπόκρισιν· πυθομένου γὰρ τοῦ παιδὸς, τίνος ἦν θυγάτηρ, οὐ 63.664 μόνον τὸν πατέρα καταμηνύει, ἀλλὰ καὶ τοῦ πατρὸς τὸν πατέρα, καί φησι· Θυγάτηρ μέν εἰμι Βαθουὴλ τοῦ Μελχὰς, ὃν ἔτεκεν αὐτῷ Ναχώρ. Καὶ πάλιν περὶ τοῦ τόπου, εἰ ἔστι μόνον καταλῦσαι αὐτοὺς, πυθομένου τοῦ παιδὸς, φησίν· Οὐ μόνον τόπος, ἀλλὰ καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ' ἡμῖν. Εἶδες ἐν ἡλικίᾳ τοιαύτῃ πόση καὶ τῆς σωφροσύνης ἡ ἀκρίβεια, καὶ τῆς ταπεινοφροσύνης ἡ ὑπερβολὴ, καὶ τῆς φιλοξενίας ἡ ἐπίτασις; Πόσου πλούτου οὐκ ἂν εἴη τιμιωτέρα; πόσων θησαυρῶν προτιμότερά τις ταῦτα ἡγήσεται; Τοῦτο ἡ μεγίστη προὶξ, τοῦτο τὰ μυρία ἀγαθὰ, τοῦτο ὁ θησαυρὸς ὁ μηδέποτε δαπανώμενος. Ταῦτα ἀκούσας ὁ οἰκέτης καὶ θαυμάσας τῆς δαψιλοῦς φιλοξενίας, καὶ μαθὼν ὡς οὐ πρὸς ἀγνῶτάς τινας παραγέγονεν, ἀλλ' εἰς τὴν οἰκίαν τοῦ Ναχὼρ, ὃς ἦν ἀδελφὸς Ἀβραὰμ τοῦ κυρίου αὐτοῦ, ἡσθεὶς ἐπὶ τοῖς εἰρημένοις παρὰ τῆς παιδὸς, προσεκύνησε τῷ Κυρίῳ τῷ διὰ τὴν εἰς τὸν πατριάρχην εὔνοιαν τοσαύτην καὶ περὶ αὐτὸν ἐπιδειξαμένῳ τὴν κηδεμονίαν, οὕτω πάντα μετ' εὐκολίας αὐτῷ κατευοδώσαντι· καί φησιν, Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν αὐτοῦ ἀπὸ τοῦ κυρίου μου Ἀβραάμ. Καὶ λοιπὸν καὶ αὐτὸς γνωρίζει τῇ κόρῃ ὅστις ἐστὶ, καὶ διὰ τῆς εὐχαριστίας τῆς εἰς τὸν Θεὸν κατάδηλον αὐτῇ ποιεῖ, ὅτι οὐκ ἐξ ἀλλοτρίας οἰκίας παραγέγονεν, ἀλλὰ καὶ ἀδελφὸς τοῦ Ναχώρ ἐστιν ὁ τοῦτον διαπεμψάμενος. Ταῦτα πυθομένη ἡ παῖς, μετὰ πολλῆς τῆς περιχαρείας δραμοῦσα, ἀπήγγειλε τοῖς γονεῦσιν αὐτῆς ἅπερ ἤκουσε παρὰ τοῦ παιδός. Καὶ ἔδραμε Λάβαν ἔξω πρὸς τὸν ἄνθρωπον ἐπὶ τὴν πηγὴν, καὶ ἰδὼν αὐτὸν ἑστῶτα μετὰ τῶν καμήλων, εἶπεν αὐτῷ· Τί ἕστηκας ἔξω; δεῦρο εἴσελθε· προλαβὼν γὰρ ἡτοίμασα τὴν οἰκίαν, καὶ τόπον ταῖς καμήλοις. Εἶτα εἰσελθόντος αὐτοῦ, Ἀπέσαξε τὰς καμήλους· καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα, καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ, καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετ' αὐτοῦ, καὶ παρέθηκεν αὐτοῖς ἄρτον φαγεῖν. Ἀλλ' ἐνταῦθα σκόπει μοι τὴν πολλὴν τοῦ οἰκέτου σύνεσιν. Τί γάρ φησιν; Οὐ μὴ φάγω μέχρις ἂν τὴν αἰτίαν ὑμᾶς διδάξω, δι' ἣν ἐστειλάμην τὴν τοσαύτην ὁδὸν, καὶ τίνος ἕνεκεν ἀπὸ τῆς Χαναναίας ἐνταῦθα παραγέγονα, καὶ πῶς εἰς τὸν οἶκον τὸν ὑμέτερον ὡδηγήθην, ἵνα πάντα μαθόντες, οὕτω καὶ ὑμεῖς τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξησθε πρὸς τὸν ἐμὸν δεσπότην. Καὶ ἀρξάμενος διηγεῖσθαι, φησί· Παῖς Ἀβραὰμ ἐγώ εἰμι· Κύριος δὲ εὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους, χρυσίον καὶ ἀργύριον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους. Καὶ ἔτεκε Σάῤῥα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτὸν, καὶ ἔδωκεν αὐτῷ πάντα, ὅσα ἦν αὐτῷ. Καὶ ὥρκωσέ με ὁ κύριός μου λέγων· Οὐ λήψῃ γυναῖκα τῷ υἱῷ