καὶ ἐπὶ πάντας, ἅγιος ἁγίων ἐστὶ, τότε τὸν φόβον αὐτοῦ λαβόντες εἰς νοῦν, ὀρθήν τε καὶ ἀνεπί ληπτον ἐπιτηδεύομεν ζωήν· ἵνα οὕτως ἅγιοι γεγο νότες, ἐγγὺς εἶναι δυνηθῶμεν τοῦ ἁγίου Θεοῦ. Γέ γραπται γὰρ, ὅτι "Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι." Ἔφη δή που καὶ πρὸς τὸν ἱεροφάντην Μωϋσέα· "Ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι." Οὐκοῦν ἐν ἡμῖν, φησὶν, ἅγιον ἔστω τὸ ὄνομά σου· τοῦτο γὰρ δὴ τὸ ἁγιασθήτω δηλοῖ. Καὶ οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ παντὸς τοῦ κόσμου, τοῦτο παρακαλοῦσιν. Ἐννόησον γὰρ ὅτι παρὰ τοῖς οὔπω τὸ τῆς ἀληθείας πλουτήσασι φῶς, μήτε μὴν τὴν πίστιν παραδεξαμέ νοις, ἔτι καταπεφρόνηται τὸ ὄνομα τοῦ Θεοῦ. Οὔπω γὰρ αὐτοῖς ἅγιον εἶναι δοκεῖ, καὶ σεπτὸν καὶ προσ κυνητόν. Ἐπὰν δὲ τὸ τῆς ἀληθείας αὐτοῖς ἐλλάμψῃ φῶς, καὶ ὡς ἐκ νυκτὸς καὶ σκότους διαγρηγορήσωσι, μόλις τότε μαθόντες τίς τε καὶ ὅσος ἐστὶν, ἅγιον ἁγίων ὁμολογοῦσιν αὐτόν. Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, συνήσεις ἐντεῦθεν. Ἔφη τις τῶν ἁγίων προφητῶν· "Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σοι φόβος· καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγια σμόν." Ἆρα οὖν ἡμεῖς ἅγιον ἀποτελοῦμεν τὸν Θεὸν, τὸν ἐξ ἰδίου πληρώματος διανέμοντα πλουσίως τῇ κτίσει τὰ παρ' ἑαυτοῦ; Ἀλλὰ δῆλον ὡς ἐκεῖνο διδά σκειν φαμὲν αὐτὸν, ὅτι Ἅγιον εἶναι αὐτὸν πιστεύετε· τότε γὰρ αὐτὸν φοβηθήσεσθε, ἔσται δὲ οὗτος ὑμῖν καὶ εἰς ἁγιασμόν. Γέγραπται δὲ πάλιν περὶ Χριστοῦ· "Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχήν·" τουτέστι, παρ' οὐδὲν αὐτὴν ἡγήσατο· τέθεικε γὰρ αὐτὴν ὑπὲρ ἡμῶν. Πλὴν ἁγιαζέσθω, φησὶ, παρ' ὑμῶν, τουτέστιν ὁμολογείσθω ἅγιος. Καὶ γάρ ἐστι τοῦτο κατὰ φύσιν, Θεὸς ὢν ἀληθινὸς, καὶ Υἱὸς Θεοῦ. Τὸ γὰρ ἅγιον οὐ σιωδῶς πρέποι ἂν οὐδενὶ μὲν τῶν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενηνεγμένων, μόνῃ δὲ τῇ ἀνωτάτῳ καὶ ὑπὲρ πάντα φύσει. Ὅταν οὖν πιστεύωμεν ὅτι κατὰ φύσιν ἅγιος ἐστι, τοῦτο γάρ ἐστι τὸ "ἁγιάζειν αὐτὸν," τότε προσομολογοῦμεν ὅτι καὶ Θεός ἐστιν ἀληθινὸς, ἕτι δὲ κεχωρισμένος ἀπὸ τῶν λοιπῶν, καὶ ἐν ὑπεροχῇ μεγίστῃ. 9Ἐλθέτω ἡ βασιλεία σου.9 (A f. 150) Ἀεί γε μὴν βασιλεύοντος τοῦ Θεοῦ, καὶ κατακρατοῦντος ὅλων, τί δὴ βούλεται τὸ, "Ἐλθέτω ἡ βασιλεία σου;" Ἐοίκασι τοίνυν ἐπιθυμεῖν οἱ τοῦτο λέγοντες ἐν προσευχαῖς, ἐπιλάμψαντα πάλιν ἰδεῖν ἐν κόσμῳ τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Ἥξει γὰρ, ἥξει, καὶ καταβήσεται κριτὴς, καὶ οὐκ ἐν ὑφέσει τότε τῇ καθ' ἡμᾶς, ἀλλ' ἐν δόξῃ θεοπρεπεῖ δορυφορούντων 72.692 ἀγγέλων, ἵνα κρίνῃ τὸν κόσμον. Ἀπολογίας τοίνυν ὁ τότε καιρὸς, μᾶλλον δὲ δοκιμασίας καὶ ἀνταποδό σεως· πῦρ ηὐτρέπισται τοῖς ἀνόμοις, καὶ δίκη μα κρὰ, διηνεκῆ κολαστήρια. Εἶτα πῶς ἰδεῖν ἐκεῖνον εὔχονται τὸν καιρόν; Ἄθρει δή μοι πάλιν τοῦ Σω τῆρος τὸ εὐτεχνὲς, καὶ τὴν ἐφ' ἑκάστῳ τῶν πραγμά των ἀξιοθαύμαστον οἰκονομίαν. Ἐκέλευσε γὰρ διὰ προσευχῆς αἰτεῖν αὐτὸν ἐκεῖνον τὸν ὄντως φρικτὸν ἐπιστῆναι καιρὸν, ἵνα εἰδεῖεν ὅτι διαβιοῦν αὐτοὺς ἀναγκαῖον, οὐ ῥᾳθύμως ἢ παρειμένως, ἁγιοπρεπῶς δὲ μᾶλλον, καὶ κατά γε τὸ αὐτῷ δοκοῦν· ἵνα στεφά νων αὐτοῖς εὑρεθῇ πρόξενος ὁ καιρὸς, καὶ μὴ πυρὸς καὶ δίκης. Τοῖς γὰρ ἀνόμοις καὶ βεβήλοις πρέποι ἂν κατ' οὐδένα τρόπον τὸ λέγειν ἐν προσευχαῖς, "Ἐλ θέτω ἡ βασιλεία σου." Ἤγουν ἴστωσαν ὡς τοῦτο λέ γοντες, μονονουχὶ καταιτιῶνται Θεὸν, ὅτι μὴ θᾶττον αὐτοῖς ὁ τοῦ κολάζεσθαι καιρὸς ἀνίσχει καὶ φαίνεται· τούτοις ἐπιφθέγγεταί τις τῶν ἁγίων προφητῶν· "Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου! Ἵνα τίς ὑμῖν αὕτη ἡ ἡμέρα τοῦ Κυρίου, καὶ αὕτη ἐστὶ σκό τος καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος." Οὐκ οῦν αἰτοῦσιν οἱ ἅγιοι τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ὁλο τελοῦς βασιλείας ἐπιστῆναι καιρὸν, ἅτε δὴ πεπονη κότων ἃ δεῖ, καὶ τῶν ἤδη προειργασμένων αὐτοῖς ζητοῦντες τὰς ἀμοιβάς. Τεθαῤῥήκασι γὰρ ὅτι λαμ προὶ παραστήσονται τῷ κριτῇ. 9Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.9 (A f. 150 b) Ἁγιοπρεπὲς δὲ καὶ τοῦτο, καὶ παντὸς ἐπαίνου μεστόν. Τὸ γὰρ ἐν γῇ βούλεσθαι κρατεῖν τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ, τί ἂν ἕτερον εἴη,