76
νῦν πλανῶμαι γῆν ἐπ' ἀλλοτέρμονα.» 9.28.4 εἶτα περὶ τῶν τοῦ Ῥαγουὴλ θυγατέρων οὕτως ἐπιβάλλει· «Ὁρῶ δὲ ταύτας ἑπτὰ παρθένους τινάς.» ἐρωτήσαντός τε αὐτὰς τίνες εἴησαν αἱ παρθένοι, φησὶν ἡ Σεπφώρα· «Λιβύη μὲν ἡ γῆ πᾶσα κλῄζεται, ξένε, οἰκοῦσι δ' αὐτὴν φῦλα παντοίων γενῶν, Αἰθίοπες ἄνδρες μέλανες· ἄρχων δ' ἐστὶ γῆς εἷς καὶ τύραννος καὶ στρατηλάτης μόνος. ἄρχει δὲ πόλεως τῆσδε καὶ κρίνει βροτοὺς ἱερεύς, ὅς ἐστ' ἐμοῦ τε καὶ τούτων πατήρ.» εἶτα περὶ τοῦ ποτισμοῦ τῶν θρεμμάτων διελθὼν περὶ τοῦ Σεπφώρας ἐπιβάλλει γάμου, δι' ἀμοιβαίων παρεισάγων τόν τε Χοὺμ καὶ τὴν Σεπφώραν λέγοντας· Χ. ««Ὅμως κατειπεῖν χρή σε, Σεπφώρα, τάδε. Σ. ξένῳ πατήρ με τῷδ' ἔδωκεν εὐνέτιν.»«
9.29.1 κθʹ. ∆ΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ ΟΜΟΙΩΣ «∆ημήτριος δὲ περὶ τῆς ἀναιρέσεως τοῦ Αἰγυπτίου καὶ τῆς διαφορᾶς τῆς πρὸς τὸν μηνύσαντα τὸν τελευτήσαντα ὁμοίως τῷ τὴν ἱερὰν βίβλον γράψαντι ἱστόρησε· φυγεῖν μέντοι γε τὸν Μωσῆν εἰς Μαδιὰμ καὶ συνοικῆσαι ἐκεῖ τῇ Ἰοθὼρ θυγατρὶ Σεπφώρᾳ, ἣν εἶναι, ὅσα στοχάζεσθαι ἀπὸ τῶν ὀνομάτων, τῶν γενομένων ἐκ Χεττούρας, τοῦ Ἁβραὰμ γένους, ἐκ τοῦ Ἰεζὰν τοῦ γενομένου Ἁβραὰμ ἐκ Χεττούρας· ἐκ δὲ τοῦ Ἰεζὰν γενέσθαι ∆αδάν, ἐκ δὲ ∆αδὰν Ῥαγουήλ, ἐκ δὲ Ῥαγουὴλ Ἰοθὼρ καὶ Ὀβάβ, ἐκ δὲ τοῦ Ἰοθὼρ Σεπφώραν, ἣ9.29.2 γῆμαι Μωσῆν. καὶ τὰς γενεὰς δὲ συμφωνεῖν· τὸν γὰρ Μωσῆν εἶναι ἀπὸ Ἁβραὰμ ἕβδομον, τὴν δὲ Σεπφώραν ἕκτην. συνοικοῦντος γὰρ ἤδη τοῦ Ἰσαάκ, ἀφ' οὗ Μωσῆν εἶναι, γῆμαι Ἁβραὰμ τὴν Χεττούραν ὄντα ἐτῶν ρμʹ καὶ γεννῆσαι Ἰσαὰρ ἐξ αὐτῆς δεύτερον· τὸν δὲ Ἰσαὰκ ὄντα ἐτῶν ἑκατὸν γεννῆσαι. ὥστε μβʹ ἐτῶν ὕστερον γεγονέναι τὸν Ἰσαάρ, ἀφ' οὗ τὴν Σεπφώραν γεγενεαλογῆσθαι. 9.29.3 οὐδὲν οὖν ἀντιπίπτει τὸν Μωσῆν καὶ τὴν Σεπφώραν κατὰ τοὺς αὐτοὺς γεγονέναι χρόνους. κατοικεῖν δὲ αὐτοὺς Μαδιὰμ πόλιν, ἣν ἀπὸ ἑνὸς τῶν Ἁβραὰμ παίδων ὀνομασθῆναι. φησὶ γὰρ τὸν Ἁβραὰμ τοὺς παῖδας πρὸς ἀνατολὰς ἐπὶ κατοικίαν πέμψαι· διὰ τοῦτο δὲ καὶ Ἀαρὼν καὶ Μαριὰμ εἰπεῖν ἐν Ἀσηρὼθ Μωσῆν Αἰθιοπίδα γῆμαι γυναῖκα.»
9.29.4 λʹ. ΕΖΕΚΙΗΛΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ ΟΜΟΙΩΣ «Λέγει δὲ περὶ τούτων καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ, προσπαρειληφὼς τὸν ὄνειρον τὸν ὑπὸ Μωσέως μὲν ἑωραμένον, ὑπὸ δὲ πενθεροῦ διακεκριμένον. λέγει δὲ αὐτὸς ὁ Μωσῆς δι' ἀμοιβαίων πρὸς τὸν πενθερὸν οὕτως πως· 9.29.5 «Ἔδοξ' ὄρους κατ' ἄκρα Σιναίου θρόνον μέγαν τιν' εἶναι μέχρις οὐρανοῦ πτυχός, ἐν τῷ καθῆσθαι φῶτα γενναῖόν τινα διάδημ' ἔχοντα καὶ μέγα σκῆπτρον χερὶ εὐωνύμῳ μάλιστα. δεξιᾷ δέ μοι ἔνευσε, κἀγὼ πρόσθεν ἐστάθην θρόνου. σκῆπτρον δέ μοι παρέδωκε καὶ εἰς θρόνον μέγαν εἶπεν καθῆσθαι· βασιλικὸν δ' ἔδωκέ μοι διάδημα καὶ αὐτὸς ἐκ θρόνων χωρίζεται. ἐγὼ δ' ἐσεῖδον γῆν ἅπασαν ἔγκυκλον καὶ ἔνερθε γαίας καὶ ἐξύπερθεν οὐρανοῦ, καί μοί τι πλῆθος ἀστέρων πρὸς γούνατα ἔπιπτ', ἐγὼ δὲ πάντας ἠριθμησάμην, κἀμοῦ παρῆγεν ὡς παρεμβολὴ βροτῶν. εἶτ' ἐμφοβηθεὶς ἐξανίσταμ' ἐξ ὕπνου.» 9.29.6 ὁ δὲ πενθερὸς αὐτοῦ τὸν ὄνειρον ἐπικρίνει οὕτως· «Ὦ ξένε, καλόν σοι τοῦτ' ἐσήμηνεν θεός· ζῴην δ', ὅταν σοι ταῦτα συμβαίνῃ ποτέ. ἆρά γε μέγαν τιν' ἐξαναστήσεις θρόνον καὶ αὐτὸς βραβεύσεις καὶ καθηγήσῃ βροτῶν; τὸ δ' εἰσθεᾶσθαι γῆν ὅλην τ' οἰκουμένην καὶ τὰ ὑπένερθε καὶ ὑπὲρ οὐρανὸν θεοῦ· ὄψει τά τ' ὄντα τά τε προτοῦ τά θ' ὕστερον.» 9.29.7 περὶ δὲ τῆς καιομένης βάτου καὶ τῆς ἀποστολῆς αὐτοῦ τῆς πρὸς Φαραὼ πάλιν