1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

76

μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ· ἀλλ' εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. Καὶ αὐτὸς μὲν ταῦτα ἐνετείλατο· ἐγὼ δὲ τὰς δυσκολίας ἐννοῶν, καὶ τοῦ πράγματος τὸ δυσχερὲς λογιζόμενος, ἐπυθόμην τοῦ κυρίου μου, Εἰ μὴ βούλοιτο ἡ γυνὴ πορευ 63.665 θῆναι μετ' ἐμοῦ; Καὶ εἶπέ μοι· Κύριος, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ, καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Ταῦτα ἐντειλάμενος, καὶ ταύταις με ταῖς εὐχαῖς ἐφοδιάσας ἐξέπεμψεν. Ἐπεὶ δὲ αἱ παρ' αὐτοῦ γενόμεναι προσευχαὶ ἐληλύθασι, καὶ οὕτως ἅπαντα ἐναργῶς ᾠκονομήθη παρὰ τοῦ Θεοῦ, ὥστε φθάσαι με πρὸς ὑμᾶς, λοιπὸν καὶ ὑμεῖς τὰ παρ' ἑαυτῶν ἐπιδείκνυσθε, καὶ εἰ ποιεῖτε ἔλεος πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, ἵνα εἰδέναι ἔχω ὅ τι δεῖ με διαπράξασθαι· εἰ δὲ μή γε, ἵνα ἑτέρωθι τὴν ὁδὸν ποιήσωμαι. Καί φησι πρὸς αὐτὸν ὁ πατὴρ τῆς κόρης, καὶ ὁ ἀδελφός· Παρὰ Κυρίου ἐξῆλθε τὸ ῥῆμα τοῦτο· οὐ δυνησόμεθά σοι ἀντειπεῖν καλὸν, ἢ κακόν· οὐδὲ οἷόν τε τοῦτο παρ' ἡμῶν γενέσθαι. Ἰδοὺ ἔχεις τὴν κόρην· λαβὼν ἀπότρεχε, καὶ ἔσται γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος. Ταῦτα ἀκούσας ὁ παῖς παρὰ τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ, Προσεκύνησε τῷ Κυρίῳ ἐπὶ τὴν γῆν· καὶ ἐξενέγκας σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἱματισμὸν, ἔδωκε τῇ Ῥεβέκκᾳ· καὶ λοιπὸν μετὰ παῤῥησίας αὐτὴν θεραπεύει, ὡς ἤδη διὰ τῶν ῥημάτων ἐγγυηθεῖσαν τῷ Ἰσαάκ· τιμᾷ δὲ δώροις καὶ τὸν ἀδελφὸν καὶ τὴν μητέρα. Καὶ ὅτε εἰς ἔργον εἶδεν ἐκβᾶσαν τὴν παρὰ τοῦ δεσπότου ἐντολὴν, τότε λοιπὸν τῆς οἰκείας ἀναπαύσεως γίνεται. Ἔφαγον γὰρ, φησὶ, καὶ ἔπιον αὐτὸς, καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ, καὶ ἐκοιμήθησαν. Καὶ ἀναστὰς πρωῒ εἶπεν· Ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Εἶπαν δὲ, φησὶν, οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ· Μεινάτω ἡ παρθένος μεθ' ἡμῶν ὡσεὶ ἡμέρας δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε. Ὁ δὲ εἶπε πρὸς αὐτούς. Τίνος ἕνεκεν ὑπερτίθεσθε καὶ ἀναβάλλεσθε, τοῦ Θεοῦ τοσαύτην εὐκολίαν ἐν πᾶσί μοι παρεσχηκότος; Οἱ δὲ εἶπαν· Καλέσωμεν τὴν παῖδα, καὶ ἐρωτήσωμεν αὐτήν. Καὶ ἐκάλεσαν καὶ εἶπον αὐτῇ· Πορεύσῃ μετὰ τοῦ ἀνθρώπου; Ἡ δὲ εἶπε, Πορεύσομαι. Καὶ ἐξέπεμψαν Ῥεβέκκαν καὶ τὰ ὑπάρχοντα αὐτῆς, καὶ τὸν παῖδα τοῦ Ἀβραὰμ, καὶ τοὺς μετ' αὐτοῦ. Καὶ εὐλόγησαν Ῥεβέκκαν, καὶ εἶπον αὐτῇ· Γενοῦ εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πύλας τῶν ὑπεναντίων. Καὶ ἀναστᾶσα Ῥεβέκκα, καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους, καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου. Εἶδες οἵαν ἄγεται νύμφην ὁ πατριάρχης, ὑδρευομένην, καὶ τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων φέρουσαν, καὶ ἐπὶ τὰς καμήλους ἐπιβαίνουσαν; Μήπου ἡμίονοι ἀργύρῳ περιλαμπόμενοι τοὺς τραχήλους; μήπου οἰκετῶν ἐσμὸς, ἢ ἡ πολλὴ βλακεία ἡ νῦν γινομένη; Οὐδαμοῦ· ἀλλὰ τοσαύτη ἦν τῶν παλαιῶν γυναικῶν ἡ ἀνδρεία, ὡς καὶ ἐπὶ τὰς καμήλους αὐτὰς ἐπιβαίνειν, καὶ οὕτως ὁδοιπορεῖν. Εἴδετε ἐκ τῶν παρὰ τοῦ Ἀβραὰμ εἰς τὸν υἱὸν γεγενημένων, ὅπως τὸ παλαιὸν ἐσπούδαζον γυναῖκας ἄγεσθαι τοῖς ἑαυτῶν παισὶν οἱ γονεῖς; ὅπως 63.666 πρὸ τῶν χρημάτων ψυχῆς εὐγένειαν ἐπεζήτουν; Μήπου γραμματεῖα; μήπου συνθῆκαι, καὶ τὰ ἄλλα τὰ καταγέλαστα, ἃ νῦν γίνεται; Οὐδὲν γὰρ ἐκείνοις τοιοῦτον, ἀλλὰ τὸ μέγιστον καὶ ἀσφαλὲς γραμματεῖον τῆς κόρης ὁ τρόπος. Καὶ τοῦτο εἴσεσθε, ἐπειδὰν πρὸς τὸν νυμφίον εἰδῆτε τὴν κόρην ἐπαναχθεῖσαν. Ἐξῄει γὰρ, φησὶν, Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον· καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς, εἶδε τὰς καμήλους ἐρχομένας, ἐν αἷς ἐπεκάθητο Ῥεβέκκα. Ἡ δὲ Ῥεβέκκα ἰδοῦσα τὸν Ἰσαὰκ, κατεπήδησεν ἀπὸ τῆς καμήλου, καὶ εἶπε τῷ παιδί· Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῶν; Καὶ μαθοῦσα, ὅτι αὐτός ἐστιν ὁ μέλλων ταύτην ἀγαγέσθαι, Περιεβάλετο, φησὶ, τὸ θέριστρον. Καὶ παραγενόμενος ὁ παῖς διηγήσατο πάντα μετὰ ἀκριβείας τῷ Ἰσαάκ. Σκόπει πῶς οὐδαμοῦ τὰ περιττὰ ταῦτα καὶ ἀνόνητα· οὐδαμοῦ πομπὴ διαβολικὴ, οὐδαμοῦ κύμβαλα καὶ αὐλοὶ καὶ