πλὴν ὅτι τὸ πάντας ἐθέλειν ἁπάσης ἀρετῆς ἀποτελεστὰς εἶναι καὶ ἐπιστήμονας; Οὕτω καὶ διαπρέπειν ἐν οὐρανοῖς τοὺς ἁγίους ἀγγέλους φαμέν. Γέγραπται γὰρ περὶ αὐτῶν· "Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὰ θελήματα αὐ τοῦ." Ἰσχὺν τοίνυν παρακαλοῦσι δοθῆναι τοῖς ἐπὶ γῆς οἱ τοῦτο λέγοντες, ἵνα ποιῶσι τὸ θέλημα τοῦ Θεοῦ, καὶ τὴν ἄνω καὶ ἐν οὐρανοῖς ἀπομιμῶνται πο λιτείαν, τὴν παρά γέ φημι τοῖς ἁγίοις ἀγγέλοις· ἵνα, ὡς ὁ Παῦλός φησιν, ἐπὶ γῆς περιπατοῦντες, ἔχωσιν ἐν οὐρανῷ τὸ πολίτευμα. Πρὸς δ' αὖ τούτοις φαμὲν, ὅτι τῆς ἁμαρτίας τὴν ἀναίρεσιν αἰτοῦσιν ἰδεῖν οἱ λέ γοντες· "Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς." Θέλημα γὰρ, ὡς ἔφην, τοῦ ἐπὶ πάντας Θεοῦ, τὸ ἁγίως πολιτεύεσθαι τοὺς ἐπὶ τῆς γῆς· ἵνα τῆς τῶν πρωτοτόκων Ἐκκλησίας, τῆς ἄνω φημὶ, μίμημα καὶ εἰκὼν ὥσπερ τις, ἡ ἐπὶ γῆς ὁρωμένη, κατευφραίνῃ Χριστόν. 9Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ' ἡμέραν.9 (A f. 150 b) Οἴονται δὲ ἴσως τινὲς, ἀνάρμοστον εἶναι καὶ ἀπεοικὸς ἁγίοις τὸ αἰτεῖν παρὰ Θεοῦ τὰ σωματικὰ, καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀποφέρουσι τὸ εἰρημένον εἰς πνευματικὴν θεωρίαν· καὶ δὴ καὶ 72.693 ἄρτον φασὶν αὐτοὺς αἰτεῖν, οὐκ ἐπίγειον, οὐ σωμα τικὸν, ἐκεῖνον δὲ μᾶλλον, τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβαίνοντα, καὶ ζωὴν τῷ κόσμῳ παρέχοντα, ἢ, ὥς φασιν, ἀληθεῖ οὐσίᾳ καὶ ἀσωμάτῳ, τουτέστι τῇ ψυχῇ· αὕτη γὰρ, διὰ τὸ μὴ ῥευστὸν, κυρίως οὐσία ἐστίν. Ἐγὼ δὲ ὅτι μὲν ἁγίοις πρέποι ἂν ὅτι μάλιστα τὸ πνευματικῶν χαρισμάτων ἐπείγεσθαι μεταλαχεῖν, φαίην ἂν ἐνδοιάσας οὐδέν· πλὴν ἐκεῖνο ἄξιον ἰδεῖν, ὅτι κἂν ἄρτον αἰτῶσι κοινὸν, καὶ τοῦτο δρᾷν αὐτοῖς προστέταχεν ὁ Σωτὴρ, μώμου παντὸς ἐλευθέραν ποιοῦνται τὴν πρόσοδον. Ἄθρει γὰρ ὁποῖος τοῖς εἰρημένοις ἐγκέκρυπται νοῦς. ∆ι' ὧν γὰρ προστέταχεν ἄρτον αἰτεῖν, ἤτοι τροφὴν τὴν ἐφήμερον, δῆλος ἂν εἴη δήπουθεν, μηδὲν ἔχειν αὐτοῖς ἐφιεὶς, ἁγιοπρεπῆ δὲ μᾶλλον ἐπιτηδεύειν πτωχείαν. Οὐ γὰρ τῶν ἐχόν των τὸ αἰτεῖν, ἀλλὰ τῶν ἐν σπάνει καθεστηκότων. Ἐπ' ἂν δέ τις οὐδενὸς ἐν χρείᾳ καθεστηκὼς, Θεῷ τῷ πάντα εἰδότι λέγει· ∆ὸς ἄρτον ἡμῖν τὸν ἐφήμε ρον, δόξειεν ἂν εἰρωνεύεσθαι μᾶλλον, ἢ γοῦν ἀληθῶς βούλεσθαι λαβεῖν. Ἄρτον δὲ τὸν ἐπιούσιον οἱ μὲν εἶναί φασι τὸν ἥξοντά τε καὶ δοθησόμενον κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, ἵνα νοῆται πάλιν πνευματικῶς· οἱ δὲ καὶ εἰς ἑτέρας ἐννοίας ἀποφέρουσι τὴν φωνήν. Ἀλλ' εἴπερ ἦν ἀληθὲς ὡς ἄρτου τοῦ δοθησομένου κατὰ τὸν αἰῶνα τὸν μέλλοντα μνήμην ποιοῦνται προσευχόμενοι, διὰ τί προσεπάγουσι τὸ, "∆ίδου ἡμῖν τὸ καθ' ἡμέραν;" Ἔστι γὰρ ἔτι διὰ τούτων ἰδεῖν, ὅτι τῆς ἐφημέρου τροφῆς ποιοῦνται τὴν αἴτησιν ὡς ἀκτήμονες δηλονότι. Ἐπιούσιον δὲ τὸν αὐτάρκη νοεῖσθαι χρή· τέθεικέ που τὴν λέξιν καὶ ὁ μακάριος Ἀπόστολος, βραχὺ παραλλάξας, ἐπὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἔφη γὰρ αὐτὸν ἑαυτῷ κατασκευάσαι λαὸν περιούσιον, ἀντὶ τοῦ ἐπιου σίου τὸν περιούσιον εἰπὼν, τουτέστι, τὸν ἀρ κοῦντα, καὶ τοῦ τελείως ἔχειν οὐχ ἡττώμενον. 9Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, κ.τ.λ.9 (A f. 151) Βούλεται χρηστοὺς καὶ ἀμνησικάκους εἶναι τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος· ὡς ἀνεπι πλήκτως δύνασθαι λέγειν ἐν προσευχαῖς· Ἄφες ἡμῖν, ὅτι ἀφήκαμεν. "Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως!" Πρῶτον αἰτεῖν ἐπιτάττει τῶν αὐτοῖς ἡμαρτημένων τὴν ἄφεσιν, εἶθ' οὕτως ὁμολογεῖν ὅτι πάντη τε καὶ πάντως ἀφήσουσι καὶ αὐτοί· καὶ ἵνα οὕτως εἴπω, τῆς ἐνούσης αὐτοῖς ἀνεξικακίας μιμη τὴν [Cod. μιμητὰς] ἐθέλουσι γενέσθαι τὸν Θεὸν, καὶ ἣν ἂν αὐτοὶ παράσχωνται τοῖς ὁμοδούλοις χρηστό τητα, ταύτην ἐν ἴσῳ μέτρῳ ζητοῦσι λαβεῖν παρὰ τοῦ τὰ δίκαια νέμοντος, καὶ κατοικτείρειν ἅπαντας εἰδότος Θεοῦ. Καὶ μή τις οἰέσθω τοῖς τυχοῦσιν ἁπλῶς ἐξεῖναι λέγειν· "Ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν." Οὐ γὰρ τοῖς οὖσιν ἐν τῷ πλημμελεῖν ἔτι πρέποι ἂν λέγειν τὸ, "Ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν·" ἐκείνοις μᾶλλον οἵπερ ἂν εἶεν