77
παρεισάγει δι' ἀμοιβαίων τὸν Μωσῆν τῷ θεῷ διαλεγόμενον. φησὶ δὲ ὁ Μωσῆς· «Ἔα· τί μοι σημεῖον ἐκ βάτου τόδε, τεράστιόν τε καὶ βροτοῖς ἀπιστία; ἄφνω βάτος μὲν καίεται πολλῷ πυρί, αὐτοῦ δὲ χλωρὸν πᾶν μένει τὸ βλαστάνον. τί δή; προελθὼν ὄψομαι τεράστιον μέγιστον· οὐ γὰρ πίστιν ἀνθρώποις φέρει.» 9.29.8 εἶτα ὁ θεὸς αὐτῷ προσομιλεῖ· «Ἔπισχες, ὦ φέριστε, μὴ προσεγγίσῃς, Μωσῆ, πρὶν ἢ τῶν σῶν ποδῶν λῦσαι δέσιν· ἁγία γὰρ ἧς σὺ γῆς ἐφέστηκας πέλει, ὁ δ' ἐκ βάτου σοι θεῖος ἐκλάμπει λόγος. θάρσησον, ὦ παῖ, καὶ λόγων ἄκου' ἐμῶν· ἰδεῖν γὰρ ὄψιν τὴν ἐμὴν ἀμήχανον θνητὸν γεγῶτα, τῶν λόγων δ' ἔξεστί σοι ἐμῶν ἀκούειν, τῶν ἕκατ' ἐλήλυθα. ἐγὼ θεὸς σῶν, ὧν λέγεις, γεννητόρων, Ἁβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακώβου τρίτου. μνησθεὶς δ' ἐκείνων καὶ ἔτ' ἐμῶν δωρημάτων πάρειμι σῶσαι λαὸν Ἑβραίων ἐμόν, ἰδὼν κάκωσιν καὶ πόνον δούλων ἐμῶν. ἀλλ' ἕρπε καὶ σήμαινε τοῖς ἐμοῖς λόγοις πρῶτον μὲν αὐτοῖς πᾶσιν Ἑβραίοις ὁμοῦ, ἔπειτα βασιλεῖ τὰ ὑπ' ἐμοῦ τεταγμένα, ὅπως σὺ λαὸν τὸν ἐμὸν ἐξάγοις χθονός.» 9.29.9 εἶτα ὑποβάς τινα ἀμοιβαῖα αὐτὸς ὁ Μωσῆς λέγει· «Οὐκ εὔλογος πέφυκα, γλῶσσα δ' ἐστί μοι δύσφραστος, ἰσχνόφωνος, ὥστε μὴ λόγους ἐμοὺς γενέσθαι βασιλέως ἐναντίον.» 9.29.10 εἶτα πρὸς ταῦτα ὁ θεὸς αὐτῷ ἀποκρίνεται· «Ἀάρωνα πέμψω σὸν κασίγνητον ταχύ, ᾧ πάντα λέξεις τἀξ ἐμοῦ λελεγμένα, καὶ αὐτὸς λαλήσει βασιλέως ἐναντίον, σὺ μὲν πρὸς ἡμᾶς, ὁ δὲ λαβὼν σέθεν πάρα.» 9.29.11 περὶ δὲ τῆς ῥάβδου καὶ τῶν ἄλλων τεράτων οὕτω δι' ἀμοιβαίων εἴρηκε· «Θ. τί δ' ἐν χεροῖν σοῖν τοῦτ' ἔχεις; λέξον τάχος. Μ. ῥάβδον τετραπόδων καὶ βροτῶν κολάστριαν. Θ. ῥῖψον πρὸς οὖδας καὶ ἀποχώρησον ταχύ. δράκων γὰρ ἔσται φοβερός, ὥστε θαυμάσαι. Μ. ἰδοὺ βέβληται· δέσποθ', ἵλεως γενοῦ· ὡς φοβερός, ὡς πέλωρος· οἴκτειρον σύ με· πέφρικ' ἰδών, μέλη δὲ σώματος τρέμει. Θ. μηδὲν φοβηθῇς, χεῖρα δ' ἐκτείνας λαβὲ οὐράν, πάλιν δὲ ῥάβδος ἔσσεθ' ὥσπερ ἦν. ἔνθες δὲ χεῖρ' εἰς κόλπον ἐξένεγκέ τε. Μ. ἰδοὺ τὸ ταχθέν, γέγονεν ὡσπερεὶ χιών. Θ. ἔνθες πάλιν δ' εἰς κόλπον, ἔσται δ' ὥσπερ ἦν.»« 9.29.12 Τούτοις ἐπάγει, μετά τινα τὰ μεταξὺ αὐτῷ εἰρημένα, λεγών· «Ταῦτα δέ φησιν οὕτως καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ λέγων, περὶ μὲν τῶν σημείων τὸν θεὸν παρεισάγων λέγοντα οὕτως· «Ἐν τῇδε ῥάβδῳ πάντα ποιήσεις κακά· πρῶτον μὲν αἷμα ποτάμιον ῥυήσεται πηγαί τε πᾶσαι καὶ ὑδάτων συστήματα· βατράχων τε πλῆθος καὶ σκνίπας ἐμβαλῶ χθονί. ἔπειτα τέφραν οἷς καμιναίαν πάσω, ἀναβρυήσει δ' ἐν βροτοῖς ἕλκη πικρά. κυνόμυια δ' ἥξει καὶ βροτοὺς Αἰγυπτίων πολλοὺς κακώσει. μετὰ δὲ ταῦτ' ἔσται πάλιν λοιμός, θανοῦνται δ' οἷς ἔνεστι καρδία σκληρά. πικράνω δ' οὐρανόν· χάλαζα νῦν σὺν πυρὶ πεσεῖται καὶ νεκροὺς θήσει βροτούς. καρποί τ' ὀλοῦνται τετραπόδων τε σώματα· σκότος τε θήσω τρεῖς ἐφ' ἡμέρας ὅλας ἀκρίδας τε πέμψω, καὶ περισσὰ βρώματα ἅπαντ' ἀναλώσουσι καὶ καρποῦ χλόην. ἐπὶ πᾶσι τούτοις τέκν' ἀποκτενῶ βροτῶν πρωτόγονα. παύσω δ' ὕβριν ἀνθρώπων κακῶν. Φαραὼ δὲ βασιλεὺς πείσετ' οὐδὲν ὧν λέγω, πλὴν τέκνον αὐτοῦ πρωτόγονον ἕξει νεκρόν· καὶ τότε φοβηθεὶς λαὸν ἐκπέμψει ταχύ· πρὸς τοῖσδε λέξεις πᾶσιν Ἑβραίοις ὁμοῦ· Ὁ μεὶς ὅδ' ὑμῖν πρῶτος ἐνιαυτῶν πέλει· ἐν τῷδ' ἀπάξω λαὸν εἰς ἄλλην χθόνα, εἰς ἣν ὑπέστην πατράσιν Ἑβραίων γένους. λέξεις δὲ λαῷ παντί, μηνὸς οὗ λέγω διχομηνία τὸ πάσχα θύσαντας θεῷ τῇ πρόσθε νυκτὶ αἵματι ψαῦσαι θύρας, ὅπως παρέλθῃ σῆμα δεινὸς ἄγγελος. ὑμεῖς δὲ νυκτὸς ὀπτὰ δαίσεσθε κρέα. σπουδῇ δὲ βασιλεὺς ἐκβαλεῖ πρόπαντ' ὄχλον. ὅταν δὲ μέλλητ' ἀποτρέχειν, δώσω χάριν λαῷ, γυνή τε παρὰ γυναικὸς λήψεται σκεύη κόσμον τε πάνθ', ὃν ἄνθρωπος φέρει, χρυσόν τε καὶ τὸν ἄργυρον ἠδὲ καὶ στολάς, ἵν' ὧν ἔπραξαν μισθὸν ἀποδῶσι βροτοῖς. ὅταν δ' ἐς ἴδιον χῶρον εἰσέλθηθ', ὅπως ἀφ' ἧσπερ ἠοῦς ἐφύγετ', Αἰγύπτου δ' ἄπο ἑπτὰ διοδοιποροῦντες ἡμέρας ὁδόν, πάντες τοσαύτας ἡμέρας ἔτος κάτα ἄζυμα ἔδεσθε καὶ θεῷ λατρεύσετε, τὰ πρωτότευκτα ζῷα