77
χορεῖαι, καὶ τὰ σατανικὰ ἐκεῖνα συμπόσια, ἀλλὰ πᾶσα σεμνότης, πᾶσα σοφία, πᾶσα ἐπιείκεια. Εἰσῆλθε γὰρ, φησὶν, Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ, καὶ ἔλαβε τὴν Ῥεβέκκαν· καὶ ἐγένετο αὐτῷ γυνὴ, καὶ ἠγάπησεν αὐτήν. Ταύτην μιμείσθωσαν γυναῖκες, τοῦτον ζηλούτωσαν ἄνδρες, καὶ οὕτω τὰς νύμφας ἄγεσθαι σπουδαζέτωσαν, ἵνα καὶ ὁ πόθος τοῦ νυμφίου αὔξηται, καὶ τῆς κόρης ἡ σωφροσύνη ἐπιτείνηται, καὶ μεθ' ἡδονῆς τὸν βίον διάξωσιν, ὑπὸ τῆς τοῦ Θεοῦ ῥοπῆς συγκροτούμενοι. Εἰ δέ γε βούλει φιλοτιμίαν ἐπὶ γάμου ἐπιδείξασθαι κέρδος ἔχουσαν, κάλεσον χοροὺς πενήτων. Ἀλλὰ αἰσχύνῃ καὶ ἐρυθριᾷς; καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ' ἄν; Τὸν μὲν διάβολον ἕλκων εἰς τὴν οἰκίαν, μηδὲν νομίζεις αἰσχρὸν ποιεῖν· τὸν δὲ Χριστὸν μέλλων εἰσάγειν, ἐρυθριᾷς; Ἀλλ' οὐδεὶς ἐπὶ τῆς πόλεως τοῦτο εἰργάσατο, φησίν. Ἀλλὰ σὺ κατάρξαι σπούδασον, καὶ ἀρχηγὸς γενέσθαι τῆς καλῆς ταύτης συνηθείας, ἵνα καὶ οἱ μετὰ ταῦτα εἰς σὲ ἀναφέρωσι. Κἂν ζηλώσῃ τις καὶ μιμήσηται τοῦτο τὸ ἔργον, πρὸς τοὺς ἐξετάζοντας ἔχουσι λέγειν οἱ ἔγγονοι, καὶ οἱ ἐξ ἐγγόνων, ὅτι Ὁ δεῖνα τὸν καλὸν τοῦτον νόμον πρῶτος εἰσήγαγε, καὶ τὸ ὑφ' ἑτέρων κατορθούμενον, σοὶ τῷ πρώτῳ φυτευσαμένῳ τῶν καρπῶν ἐκείνων οἴσει τὴν ἀμοιβήν. Καὶ ὥσπερ μαλακῶν καὶ μίμων ἐκεῖ χορευόντων, ὁ διάβολος ἐν τῷ μέσῳ κωμάζει· οὕτω καὶ πενήτων εἰσιόντων, ὁ Χριστὸς παραγίνεται. Καὶ ἀπὸ μὲν τῆς δαπάνης ἐκείνης κέρδος οὐδὲν, ἀλλὰ καὶ πολλὴ γένοιτ' ἂν ἡ βλάβη· ἀπὸ δὲ τῶν εἰς τούτους ἀναλωμάτων πολύν τινα λήψῃ τὸν καρπὸν ταχέως. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀπὸ τῆς κόρης μάνθανε τῆς ἐν Ἰόππῃ· καὶ γὰρ ταύτην ποτὲ νεκρὰν κειμένην, περιστάντες οἱ παρ' αὐτῆς τρεφόμενοι πένητες καὶ δακρύσαντες ἀνέστησαν, καὶ πρὸς ζωὴν ἐπανήγαγον· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΙΕʹ. Περὶ πλεονεξίας. Τίνος ἕνεκεν ἀπὸ πλεονεξίας πλουτεῖν ἐπιθυμεῖς, ἄνθρωπε, ἵνα ἑτέροις μὲν
τὸ χρυσίον ἀποκέηται καὶ τὸ ἀργύριον, σοὶ δὲ ἀραὶ καὶ κατηγορίαι; καὶ ἵν' ὁ ἀποστερηθεὶς ὑπὲρ τῆς τῶν ἀναγκαίων δάκνηται τροφῆς καὶ ὀλοφύρηται, καὶ μυρίους ἐφέλκη 63.666 ταί σοι κατηγόρους; Καὶ, ὃ τούτου πολὺ φρικωδέστερον, ὅταν κατὰ τὴν ἡμέραν ἐκείνην πρὸ τοῦ βήματος τοῦ φοβεροῦ ὁ κακῶς παθὼν καὶ τὰ αὐτοῦ πάντα ἀπολωλεκὼς παράγηται εἰς μέσον, σοῦ μηδένα ἔχοντος συνήγορον, τί πρὸς τὸν δικάζοντα ἐρεῖς; Νῦν μὲν γὰρ καὶ διαφθεῖραι τὸ δικαστήριον δυνήσῃ τοῦτο, τὸ 63.667 τῶν ἀνθρώπων, ἐκεῖνο δὲ τότε οὐκέτι· μᾶλλον δὲ οὐδὲ τοῦτο· καὶ γὰρ ὁ Θεὸς ὁρᾷ τὰ γινόμενα, καὶ ἐγγύθεν ἐστὶ τοῖς ἀδικουμένοις καὶ μὴ καλούμενος. Ὁ γὰρ κακῶς παθὼν, κἂν αὐτὸς ἀνάξιος ᾖ τοῦ τυχεῖν τινος ἐκδικήσεως, ἀλλ' ὅμως, ἐπειδὴ τῷ Θεῷ τὰ γινόμενα οὐκ ἀρέσκει, ἔχει τὸν ἀμύνοντα πάντως. Καὶ μή μοι λέγε· Πῶς ὁ δεῖνα εὐπραγεῖ πονηρὸς ὤν; εἰ γὰρ καὶ εὐπραγεῖ, ἀλλ' οὐκ εἰς τέλος. Μὴ παραζήλου γὰρ, φησὶν, ἐν πονηρευομένοις, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. Ἡ πλεονεξία ζύμη τίς ἐστι παλαιὰ, καὶ ὅπουπερ ἂν ἐμπέσῃ καὶ εἰς οἵαν οἰκίαν εἰσέλθῃ, ἀκάθαρτον αὐτὴν ἐργάζεται· κἂν μικρὰ ἐξ ἀδικίας κερδάνῃς, ὁλόκληρόν σου τὴν οὐσίαν ἐζύμωσε. ∆ιὰ τοῦτο πολλάκις τὰ εἰσενεχθέντα κακῶς ὀλίγα, τὰ καλῶς κείμενα ἐξέβαλε πολλὰ ὄντα. Τί οὖν, φησὶν, ὅταν πολλοὶ πλεονεκτοῦντες, μὴ τὰ αὐτὰ πάσχωσι· Μάλιστα μὲν πείσονται, κἂν μὴ παραυτὰ πάθωσιν· ἂν δὲ νῦν ἐκφύγωσι, τότε φοβήθητι μᾶλλον· ἐπὶ μείζονι γὰρ κολάσει τηροῦνται. Μᾶλλον δὲ κἂν αὐτοὶ διαφύγωσιν, ἀλλ' οἱ κληρονομήσαντες τὰ αὐτῶν τὰ αὐτὰ πείσονται. Καὶ ποῦ τοῦτο δίκαιον, φησί; Καὶ σφόδρα δίκαιον. Καὶ γὰρ ὁ διαδεξάμενος κλῆρον ἀδικίας γέμοντα, εἰ καὶ αὐτὸς μὴ ἥρπασεν, ἀλλ' ὅμως οἶδεν ἀκριβῶς, ὅτι τὰ ἑτέρων ἔχει, καὶ διὰ τοῦτο δίκαιος ἦν παθεῖν. Ταῦτα δὲ καὶ οἱ τῶν ἔξωθεν ἴσασι νόμοι, οἳ τοὺς ἁρπάσαντας καὶ ὑφελομένους ἀφέντες, ἐκείνους