ἀποφοιτήσαντες μὲν τῶν ἤδη προεπταισμένων, ἀντεχόμενοι δὲ τοῦ διαζῇν λοιπὸν ἐθέλειν ἁγιοπρεπῶς. ∆εῖ τοίνυν αἰτεῖν παρὰ Θεοῦ τῶν ἡμαρτημένων τὴν ἄφεσιν, προαφέντας ἡμᾶς τοῖς κατά τι γοῦν προσκεκρουκόσιν, ὅταν εἰς ἡμᾶς 72.696 καὶ μὴ εἰς αὐτὴν τὴν θείαν καὶ ὑπερτάτην ἁμαρτά νωσι δόξαν· οὐ γὰρ ἐκείνων ἡμεῖς ἐσμεν κύριοι, μόνον δὲ τῶν εἰς ἡμᾶς γεγονότων. 9Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν.9 (A f. 152) Μέχρι μὲν τούτου τὴν προσευχὴν ἵστη σιν ὁ Λουκᾶς· ὁ δέ γε Ματθαῖος εὑρίσκεται προσ επενεγκών· "Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ." Ἔνεστι δὲ τοῖς λόγοις πλείστη τις ἀκολουθία· ἕψεται γὰρ πάντως τῷ μὴ εἰσελθεῖν εἰς πειρασμὸν, τὸ ἐκ τοῦ πονηροῦ ῥυσθῆναι ἡμᾶς. Ἢ τάχα που, ταὐτὸν εἶναί τις εἰπὼν τὸ ῥυσθῆναι τῷ μὴ εἰσελθεῖν εἰς πειρασμὸν, οὐκ ἂν ἁμάρτοι τἀληθοῦς. Οὐκ ἀνάνδρους δὲ ἡμᾶς οὔτε δειλοὺς εἶναι βούλεται, ταῦτα διδάσκων λέγειν, νεανικοὺς δὲ μᾶλλον, καὶ ἐφ' ἅπασιν εὐτόλ μους τοῖς ἐπαινουμένοις· πρὸς δὲ αὖ τούτοις καὶ μετριόφρονας καὶ πτωχοὺς τῷ πνεύματι, καὶ μὴ νομίζειν ὅτι πάντη τε καὶ πάντως παντὸς περιεσό μεθα πειρασμοῦ. Ἀφόρητον γὰρ ἔσθ' ὅτε κατεμ πίπτει δέος τῆς ἀνθρώπου ψυχῆς, καὶ εὐτολμότατον συνθραύει φρόνημα τοῦ πειρασμοῦ τὸ βάρος. Χρὴ τοίνυν μὴ καταθρασύνεσθαι πειρασμῶν, διαλογίζε σθαι δὲ μᾶλλον τῆς ἐν ἡμῖν διανοίας τὸ ἀσθενές. Οὐκοῦν παραιτώμεθα μὲν τὸ πειράζεσθαι· καιροῦ δὲ καλοῦντος ὡς ἐξ ἀνάγκης εἰς τοῦτο, τότε δὴ, τότε παντὶ σθένει χρωμένους ἀγωνίζεσθαι χρή. ∆ιττὸν δὲ τὸ εἶδος τῶν πειρασμῶν· ἢ γάρ τις ὑπὸ τῶν ἑτερο φρόνων πειράζεται, ἢ ὑπὸ τῶν τῆς ἀτιμίας παθῶν. ∆εῖ δὴ οὖν ἄρα τοῖς οὕτω δεινοῖς ἐνομιλοῦντας κακοῖς, ἤγουν οὔπω γεγονότας ἐν αὐτοῖς, προσεύχεσθαί τε καὶ λέγειν· "Μὴ εἰσαγάγῃς ἡμᾶς εἰς πειρασμόν." Ἐπιπηδήσαντος δὲ πειρασμοῦ, τότε γενναίως ἵστασο, ἐπιτίμησον τῇ σαρκὶ, χαλινὸν ἐπίθες τῷ νῷ, αἴτησον ἐπικουρίαν τὴν παρὰ Θεοῦ. Ἐπικουρήσει γὰρ τότε καὶ παρέξει τὸ νικᾶν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. 9Καὶ εἶπε πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον; κ.τ.λ.9 (A f. 153, B f. 112) Θαυμαστὴ τῶν ἐννοιῶν ἡ τάξις. Ἐδίδαξε μὲν γὰρ ὁ Σωτὴρ, τίνα δεῖ προσεύ χεσθαι τρόπον, αἰτησάντων τοῦτο τῶν ἁγίων ἀποστό λων. Ἀλλ' εἰκὸς τοὺς τὸ σεπτὸν δὴ τοῦτο καὶ σωτή ριον ἐσχηκότας μάθημα παρ' αὐτοῦ, ποιεῖσθαι μὲν τὰς λιτὰς κατὰ τὸν δοθέντα τύπον, μὴ ἁψικόρως δὲ τοῦτο δρᾷν μηδὲ ῥᾳθύμως· εἶτα μὴ ἀκουσθέντας ἐκ πρώτης εὐχῆς, ἤγουν καὶ δευτέρας, ἀνακόψαι τὰς ἱκετείας, ὡς οὐδὲν ἐχούσας τὸ τελοῦν εἰς ὄνησιν. Ἴνα τοίνυν μὴ τοῦτο πάθοιμεν, μήτε μὴν ἐκ τῆς τοιαύτης μικροψυχίας ὑποστῶμεν ζημίαν, ἐν τρόπῳ παραβο λῆς διαδείκνυσιν ἐναργῶς, ὡς τὸ ῥᾴθυμον μὲν εἰς προσευχὰς ἐπιζήμιον, ἐπωφελεστάτη δὲ λίαν ἡ ἔν γε τούτοις ὑπομονή. Φέρε δὴ, μεταστήσωμεν τὸ ὡς ἐν τύπῳ παραβολῆς δεικνύμενον εἰς ἀλήθειαν. Ὄχλη σον διὰ προσευχῆς, πρόσιθι τῷ φιλαγάθῳ Θεῷ, καὶ μάλα συχνῶς· κἂν ἴδῃς μέλλουσαν τῆς χάριτος τὴν 72.697 ἐπίδοσιν, μὴ ἀπογνῷς τῶν προσδοκωμένων, μήτε ἀπολισθήσῃς τῆς προκειμένης ἐλπίδος, ἐκεῖνο ἴσως λέγων καθ' ἑαυτὸν ἀσυνέτως· Προσῆλθον πολλάκις, δεδάκρυκα, ἐδεήθην, καὶ οὐ προσεδέχθην· οὐ γὰρ ἐκβέβηκέ τι πρὸς πέρας, τῶν αἰτηθέντων παρ' ἐμοῦ. Ἐκεῖνο δὲ μᾶλλον ἐννοήσεις κατὰ σαυτόν· Ὑπὲρ ἡμᾶς οἶδε τὰ καθ' ἡμᾶς ὁ τῶν ὅλων ταμίας· αἰτεῖς ἔσθ' ὅτε τὰ τῶν σῶν ἐπέκεινα μέτρων· οἶδεν αὐτὸς ὁ διδοὺς τὸν ταῖς φιλοτιμίαις πρέποντα και ρόν. Χρὴ τοιγαροῦν ἡμᾶς ἐμφρόνως τε ὁμοῦ καὶ ἐντόνως τὰς πρὸς Θεὸν ποιεῖσθαι λιτὰς, κἂν εἰ γένοιτό τις τῶν αἰτημάτων ἀνάκλησις. Τὸ γὰρ ἀνιδρωτὶ πορισθὲν καὶ ἐξ ἑτοίμου ληφθὲν, καταφρο νεῖσθαι φιλεῖ. 9Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς, κ.τ.λ.9 (A f. 154, B f. 112) Ἐνταῦθα τὸ, λέγω ὑμῖν, ὅρκου δύναμιν ἀποπληροῖ. Οὐ ψεύδεται δὲ Θεὸς, κἂν ὅρκου δίχα γένηται τὸ ἐπηγγελμένον· ἀπροφάσιστον δὲ ἀποφαίνων τὴν ἡμῶν ὀλιγοπιστίαν, ἔσθ' ὅτε ὅρκῳ βεβαιοῖ τοὺς ἀκροωμένους. Τὸ δὲ ζητεῖτε λέγων, τὸ πονεῖν