78
θύοντες θεῷ, ὅσ' ἂν τέκωσι παρθένοι πρώτως τέκνα τἀρσενικὰ διανοίγοντα μήτρας μητέρων.»« 9.29.13 Καὶ πάλιν περὶ τῆς αὐτῆς ταύτης ἑορτῆς φησὶν ἐπεξεργαζόμενον ἀκριβέστερον εἰρηκέναι· ««Ἀνδρῶν Ἑβραίων τοῦδε τοῦ μηνὸς λαβὼν κατὰ συγγενείας πρόβατα καὶ μόσχους βοῶν ἄμωμα δεκάτῃ· καὶ φυλαχθήτω μέχρι τετρὰς ἐπιλάμψει δεκάδι, καὶ πρὸς ἑσπέραν θύσαντες ὀπτὰ πάντα σὺν τοῖς ἔνδοθεν οὕτως φάγεσθε ταῦτα· περιεζωσμένοι καὶ κοῖλα ποσσὶν ὑποδέδεσθε καὶ χερὶ βακτηρίαν ἔχοντες. ἐν σπουδῇ τε γὰρ βασιλεὺς κελεύσει πάντας ἐκβαλεῖν χθονός· κεκλήσεται δὲ πᾶς. καὶ ὅταν θύσητε δέ, δέσμην λαβόντες χερσὶν ὑσσώπου κόμης εἰς αἷμα βάψαι καὶ θιγεῖν σταθμῶν δυοῖν, ὅπως παρέλθῃ θάνατος Ἑβραίων ἄπο. ταύτην δ' ἑορτὴν δεσπότῃ τηρήσετε, ἕφθ' ἡμέρας ἄζυμα· καὶ οὐ βρωθήσεται ζύμη. κακῶν γὰρ τῶνδ' ἀπαλλαγήσεται, καὶ τοῦδε μηνὸς ἔξοδον διδοῖ θεός· ἀρχὴ δὲ μηνῶν καὶ χρόνων οὗτος πέλει.»« 9.29.14 πάλιν μεθ' ἕτερα ἐπιλέγει· «Φησὶ δὲ καὶ Ἐζεκιῆλος ἐν τῷ δράματι τῷ ἐπιγραφομένῳ Ἐξαγωγή, παρεισάγων ἄγγελον λέγοντα τήν τε τῶν Ἑβραίων διάθεσιν καὶ τὴν τῶν Αἰγυπτίων φθορὰν οὕτως· «Ὡς γὰρ σὺν ὄχλῳ τῷδ' ἀφώρμησεν δόμων βασιλεὺς Φαραὼ μυρίων ὅπλων μέτα ἵππου τε πάσης καὶ ἁρμάτων τετραόρων καὶ προστάταισι καὶ παραστάταις ὁμοῦ, ἦν φρικτὸς ἀνδρῶν ἐκτεταγμένων ὄχλος. πεζοὶ μὲν ἐν μέσοισι καὶ φαλαγγικοὶ διεκδρομὰς ἔχοντες ἅρμασιν τόπους· ἱππεῖς δ' ἔταξε τοὺς μὲν ἐξ εὐωνύμων, ἐκ δεξιῶν δὲ πάντας Αἰγυπτίου στρατοῦ. τὸν πάντα δ' αὐτῶν ἀριθμὸν ἠρόμην ἐγώ στρατοῦ· μυριάδες ἦσαν ἑκατὸν εὐάνδρου λεώς. ἐπεὶ δ' Ἑβραίων οὑμὸς ἤντησε στρατός, οἱ μὲν παρ' ἀκτὴν πλησίον βεβλημένοι Ἐρυθρᾶς Θαλάσσης ᾔεσαν ἠθροϊσμένοι· οἱ μὲν τέκνοισι νηπίοις δίδουν βορὰν ὁμοῦ τε καὶ δάμαρσιν, ἔμπονοι κόπῳ· κτήνη τε πολλὰ καὶ δόμων ἀποσκευή· αὐτοὶ δ' ἄνοπλοι πάντες εἰς μάχην χέρας ἰδόντες ἡμᾶς ἠλάλαξαν ἔνδακρυν φωνὴν πρὸς αἰθέρα τ' ἐτάθησαν ἀθρόοι. θεὸν πατρῷον. ἦν πολὺς δ' ἀνδρῶν ὄχλος. ἡμᾶς δὲ χάρμα πάντας εἶχεν ἐν μέρει. ἔπειθ' ὑπ' αὐτοὺς θήκαμεν παρεμβολήν Βεελζεφών τις κλῄζεται πόλις βροτοῖς. ἐπεὶ δὲ Τιτὰν ἥλιος δυσμαῖς προσῆν, ἐπέσχομεν, θέλοντες ὄρθριον μάχην, πεποιθότες λαοῖσι καὶ φρικτοῖς ὅπλοις. ἔπειτα θείων ἄρχεται τεραστίων θαυμάστ' ἰδέσθαι. καί τις ἐξαίφνης μέγας στῦλος νεφώδης ἐστάθη πρὸ γῆς, μέγας, παρεμβολῆς ἡμῶν τε καὶ Ἑβραίων μέσος. κἄπειθ' ὁ κείνων ἡγεμὼν Μωσῆς, λαβὼν ῥάβδον θεοῦ, τῇ δὴ πρὶν Αἰγύπτῳ κακὰ σημεῖα καὶ τεράατ' ἐξεμήσατο, ἔτυψ' Ἐρυθρᾶς νῶτα καὶ ἔσχισεν μέσον βάθος Θαλάσσης· οἱ δὲ σύμπαντες σθένει ὤρουσαν ὠκεῖς ἁλμυρᾶς δι' ἀτραποῦ. ἡμεῖς δ' ἐπ' αὐτῆς ᾠχόμεσθα συντόμως κατ' ἴχνος αὐτῶν· νυκτὸς εἰσεκύρσαμεν βοηδρομοῦντες· ἁρμάτων δ' ἄφνω τροχοὶ οὐκ ἐστρέφοντο, δέσμιοι δ' ὣς ἥρμοσαν. ἀπ' οὐρανοῦ δὲ φέγγος ὡς πυρὸς μέγα ὤφθη τι ἡμῖν· ὡς μὲν εἰκάζειν, παρῆν αὐτοῖς ἀρωγὸς ὁ θεός. ὡς δ' ἤδη πέραν ἦσαν θαλάσσης, κῦμα δ' ἐρροίβδει μέγα σύνεγγυς ἡμῶν. καί τις ἠλάλαξ' ἰδών· Φεύγωμεν οἴκοι πρόσθεν Ὑψίστου χέρας· οἷς μὲν γάρ ἐστ' ἀρωγός, ἡμῖν δ' ἀθλίοις ὄλεθρον ἕρδει. καὶ συνεκλύσθη πόρος Ἐρυθρᾶς Θαλάσσης καὶ στρατὸν διώλεσε.»« 9.29.15 καὶ πάλιν μετ' ὀλίγα· «Ἐκεῖθεν ἦλθον ἡμέρας τρεῖς, ὡς αὐτός τε ὁ ∆ημήτριος λέγει καὶ συμφώνως τούτῳ ἡ ἱερὰ βίβλος. μὴ ἔχοντα δὲ ὕδωρ ἐκεῖ γλυκύ, ἀλλὰ πικρόν, τοῦ θεοῦ εἰπόντος ξύλον τι ἐμβαλεῖν εἰς τὴν πηγὴν καὶ γενέσθαι γλυκὺ τὸ ὕδωρ. ἐκεῖθεν δὲ εἰς Ἐλεὶμ ἐλθεῖν καὶ εὑρεῖν ἐκεῖ δώδεκα μὲν πηγὰς ὑδάτων, ἑβδομήκοντα δὲ στελέχη φοινίκων. περὶ τούτων καὶ τοῦ φανέντος ὀρνέου Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ παρεισάγει τινὰ λέγοντα τῷ Μωσεῖ περὶ μὲν τῶν φοινίκων καὶ τῶν δώδεκα πηγῶν οὕτως· 9.29.16 «Κράτιστε Μωσῆ, πρόσχες, οἷον εὕρομεν τόπον πρὸς αὐτῇ τῇδέ γ' εὐαεῖ νάπῃ. ἔστιν γάρ, ὥς που καὶ σὺ τυγχάνεις ὁρῶν, ἐκεῖ· τόθεν δὲ φέγγος ἐξέλαμψέ νυν κατ' εὐφρόνης σημεῖον ὡς στῦλος πυρός. ἐνταῦθα λειμῶν' εὕρομεν κατάσκιον