78
κελεύουσιν ἀπαιτεῖν παρ' οἷς ἂν εὕροι τις τὰ αὐτοῦ κείμενα ἅπαντα. Εἰ μὲν οὖν οἶδας τοὺς ἠδικημένους, ἀπόδος μετὰ πολλῆς τῆς προσθήκης κατὰ τὸν Ζακχαῖον· εἰ δὲ ἀγνοεῖς, εἰς τοὺς δεομένους ταῦτα διάνειμαι, καὶ παραμυθήσῃ καὶ οὕτω τὸ δεινόν. Ἐὰν γὰρ πάντα τὰ παρ' ἑτέρων δῶμεν, οὐδὲν κέρδος ἡμῖν. Καὶ δείκνυσιν ὁ Ζακχαῖος, ὃς τότε ἔφησεν ἐξιλεοῦσθαι τὸν Θεὸν, δοὺς τῶν ἀφαιρεθέντων τετραπλασίονα. Ἡμεῖς δὲ μυρία ἁρπάζοντες, καὶ ὀλίγα διδόντες, νομίζομεν ἵλεων ποιεῖν τὸν Θεόν. Εἰ γὰρ τὰ δεύτερα προσενεγκὼν ὁ Κάϊν, καὶ ταῦτα οὐδὲ ἠδικηκὼς ἕτερον, ἔδωκε δίκην ἐσχάτην· ὅταν ἐξ ἁρπαγῆς καὶ πλεονεξίας προσφέρωμεν, πῶς οὐ πεισόμεθα χαλεπώτερα; Τί τὸν ∆εσπότην ὑβρίζεις ἀκάθαρτα δῶρα προσάγων αὐτῷ; Οὐ βούλεται Χριστὸς πλεονεξίᾳ τρέφεσθαι, οὐδὲ δέχεται τοιαύτην τροφήν. Βέλτιον λιμῷ τηκόμενον περιορᾷν, ἢ τρέφειν ἀπὸ τοιούτων αὐτόν· βέλτιον οὐδὲν δοῦναι, ἢ τὰ ἄλλων ἑτέροις. Εἰπὲ γάρ μοι, εἴ τινας εἶδες δύο, τὸν μὲν γυμνὸν, τὸν δὲ ἱμάτιον ἔχοντα· εἶτα τὸν ἔχοντα τὸ ἱμάτιον ἀποδύσας περιέβαλες τὸν γυμνὸν, ἆρ' οὐκ ἠδίκησας; Παντί που δῆλον. Εἰ δὲ ὅπερ ἔλαβες ἑτέρῳ δοὺς ἅπαν, ἠδίκησας, οὐκ ἠλέησας· ὅταν μηδὲ τὸ πολλοστὸν μέρος δῷς ὧν ἁρπάζεις, καὶ ἐλεημοσύνην τὸ πρᾶγμα καλῇς, ποίαν οὐχ ὑποστήσῃ τιμωρίαν; Εἰ ὁ Λάζαρος ἀδικηθεὶς μὲν οὐδὲν παρὰ τοῦ πλουσίου, μὴ ἀπολαύσας δὲ τῶν ἐκείνου, πικρὸς ἕστηκε κατήγορος, τίνος ἀπολογίας τεύξονται οἱ πρὸς τῷ μὴ ἐλεεῖν οἴκοθεν καὶ τὰ ἀλλότρια λαμβάνοντες; Εἰ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν, μετὰ τοῦ διαβόλου καταδικάζονται τῷ πυρὶ τῷ ἀσβέστῳ· οἱ καὶ λιμῷ αὐτὸν παραδιδόντες, δι' ὧν ἁρπάζουσι, καὶ ἐνδεδυμένον γυμνοῦντες, καὶ ξένον ὄντα οὐ μόνον οὐ συναγαγόντες, ἀλλὰ καὶ ἐλάσαντες, καὶ ἀῤῥωστοῦντα οὐ μόνον οὐκ ἐπισκεψάμενοι, ἀλλὰ καὶ ἐπὶ πλέον συντρίψαντες, καὶ οὐ μόνον δεδεμένον οὐκ ἰδόντες, ἀλλὰ καὶ λελυμένον εἰς δεσμωτήριον παρασκευάσαντες ἐμβαλέσθαι, πόσην ὑποστήσονται τιμωρίαν; Εἰ ὁ τοὺς φιλοῦντας ἀγαπῶν, οὐδὲν ἄμει 63.668 νον τῶν ἐθνικῶν διακείσεται· ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην; Εἰ ὁ τῶν ἑαυτοῦ μὴ μεταδιδοὺς κατήγορον ἔχει τὸν οὐκ ἐλεηθέντα· ὁ καὶ τὰ ἀλλότρια ἁρπάζων ποίας τεύξεται συγγνώμης, Οὐ γὰρ τὸ τὰ ἀλλότρια ἁρπάζειν μόνον, ἀλλὰ καὶ τὸ τῶν ἑαυτοῦ μὴ μεταδιδόναι ἑτέροις, καὶ τοῦτο ἁρπαγὴ καὶ πλεονεξία καὶ ἀποστέρησίς ἐστιν. Εἰ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν, τοσοῦτον ἐπὶ τὴν κεφαλὴν αὐτῶν εἵλκυσαν πῦρ· οἱ καὶ τὰ μηδὲν αὐτοῖς προσήκοντα ἁρπάζοντες, καὶ τὰ ἑτέρων ἀδίκως περιβαλλόμενοι, καὶ τὰς τῶν ὀρφανῶν καὶ χηρῶν ἀνατρέποντες οἰκίας, ποίας ἀπολαύσονται παραμυθίας; Φρίξωμεν τοίνυν τὸ πρᾶγμα· φύγωμεν τὴν ἁμαρτίαν· φεύξομεν δὲ, ἂν ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν ἀδικήσαντας, τοὺς πλεονεκτήσαντας καὶ ἀπελθόντας· οὐχὶ τῶν μὲν χρημάτων αὐτῶν καὶ πόνων ἀπολαύουσιν ἕτεροι, αὐτοὶ δὲ ἐν κολάσει καὶ τιμωρίᾳ καὶ τοῖς ἀνηκέστοις κακοῖς; Πῶς οὖν οὐκ ἐσχάτης ταῦτα ἀνοίας, κόπτεσθαι καὶ ταλαιπωρεῖν, ἵνα καὶ ζῶντες τοῖς πόνοις κατατεινώμεθα, καὶ ἀπελθόντες τὰς ἀφορήτους ὑπομένωμεν κολάσεις καὶ τιμωρίας; Τί τοίνυν τοῦ ἅρπαγος ἐλεεινότερον γένοιτ' ἂν, ὅταν τὰ μὲ συλλεγέντα ἅπαντα πολλάκις ἐχθροὶ καὶ πολέμιοι πρὸς ἀλλήλους διενείμαντο· τὰ δὲ ἐκ τούτων ἐπισωρευθέντα αὐτῷ ἁμαρτήματα λαβὼν ἄπεισι, τὰς ὑπὲρ τούτων παρανομίας μετὰ πολλῆς ἀπαιτούμενος τῆς ἀκριβείας; Ἄρα τί τῶν πλεονεκτῶν γένοιτ' ἂν χαλεπώτερον, ὅτι καὶ τὴν ζωὴν αὐτῶν θανάτου παντὸς χαλεπωτέραν ἐργάζονται, τῆς φροντίδος καὶ τῆς ἀθυμίας καὶ τῆς διηνεκοῦς ἀγρυπνίας κατεσθιούσης αὐτὴν καὶ κατὰ μικρὸν δαπανώσης, καὶ πᾶσαν ἡδονὴν καὶ ἀρετῆς καὶ κακίας ἐντεῦθεν ἐλαύνοντες; Καὶ ἐν μὲν τῷ κερδαίνειν κἂν τὰ πάντα περιβάλωνται, οὐδεμιᾶς αἰσθάνονται ἡδονῆς, τῷ τῶν πλειόνων ἐφίεσθαι· ἐν δὲ τῷ ζημιοῦσθαι, κἂν ὀβολὸν ἀπολέσωσι, πάντων ἡγοῦνται χαλεπώτερα πεπονθέναι, καὶ αὐτῆς ἐκπεπτωκέναι νομίζουσι τῆς ζωῆς. Κἂν γυναῖκα ὁ τοιοῦτος ἔχῃ, κἂν παιδία, κἂν φίλους, ἂν μὴ πάντοθεν ἐξῇ κερδαίνειν αὐτῷ, τῶν φύσει πολεμίων αὐτῷ οὗτοι