ἐπιτάττει· πόνῳ γὰρ ἀεί πως εὑρίσκεται τὸ ζητούμενον. Ὁ κρούων τῇ χειρὶ προσαράττει τὴν θύραν, ἵνα τὴν τῶν κρουσμάτων ὄχλησιν οὐκ ἐνεγκὼν ὁ τῆς ἑστίας δεσπότης ἀνοίξῃ, καὶ οὐχ ἑκών. Μάθε τοίνυν ἐκ τῶν καθ' ἡμᾶς πραγμάτων τοῦ χρησίμου τὴν θήραν· κροῦσον, ὄχλησον, αἴτησον· τοιούτους εἶναι χρὴ τοὺς αἰτοῦντάς τι παρὰ Θεοῦ. Ἐμφρόνως οὗν καὶ εὐτόνως εὔχεσθαι χρή. Κἂν ἀναβολή τις τῶν αἰτημάτων γένηται, μὴ ναρκᾷν μηδὲ ἀφίστασθαι. Γράφει γοῦν ὁ σοφώτατος Παῦλος· "Ἀδιαλείπτως προσεύχεσθε." Θορυβεῖ μὲν γὰρ ὁ διάβολος οὐ με τρίως, ἀδοκήτοις ἔσθ' ὅτε περιστάσεσιν ἐνιεὶς, καὶ καταφέρων εἰς πολύτροπον ἁμαρτίαν. Εἶτα πρὸς τούτῳ, τῆς ἐμφύτου φιληδονίας ὁ νόμος, ἐμφωλεύει τοῖς μέλεσι τῆς σαρκὸς, ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς ἡμῶν, κατὰ τὸ γεγραμμένον. Ναὶ μὴν, καὶ οἱ τοῖς τῆς ἀληθείας πολεμοῦντες δόγμασιν αἱρετικοί. Χρεία τοίνυν συχνῆς καὶ ἀλλεπαλλήλου προσευχῆς. Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, κατὰ τὸ γεγραμμέ νον, ἀλλὰ δυνατὰ τῷ Θεῷ. 9Τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; (A f. 155) ∆ιδάσκει πάλιν ἡμᾶς ὁ Σωτὴρ ἕτερόν τι τῶν ἀναγκαίων εἰς ὄνησιν. Πρόσιμεν γὰρ ἔσθ' ὅτε τῷ φιλαγάθῳ Θεῷ, τὰς λιτὰς ποιούμενοι, τὰς ἐφ' ἑκάστῳ πράγματι κατὰ τὸ ἑκάστῳ δοκοῦν· ἀλλ' οὐ διακρίνον τες ἔσθ' ὅτε, ἢ βασανίζοντες, τί μέν ἐστι τὸ ἀληθῶς συμφέρον, καὶ ὅπερ ὀνίνησι δοθὲν παρὰ Θεοῦ· τί δὲ καὶ τὸ ἀδικοῦν, εἰ λάβοιμεν· ἀκατασκέπτοις δὲ μᾶλλον θελημάτων ὁρμαῖς, ἐμπίπτομεν εἰς ἐπιθυμίας ὀλέθρου μεστάς. Ὅταν οὖν τι τοιοῦτον αἰτῶμεν παρὰ Θεοῦ, λη ψόμεθα μὲν οὐδαμῶς, γέλωτος δὲ μᾶλλον ἀξίαν ποιού μεθα τὴν λιτήν· καὶ ποία τίς ἐστιν ἡ τούτου πρόφασις, παρ' αὐτοῦ μάθωμεν. Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ; Ὡς ἐξ εἰκόνος, φησὶ, ἤτοι παραδείγματος ἐναργοῦς, ἐκ τῶν καθ' ὑμᾶς αὐτοὺς, τὴν τῶν παρ' 72.700 ἐμοῦ λεγομένων δύναμιν ἐννοήσατε. Πατὴρ γέγονας τέκνων, διὰ τρόπου παντὸς ἐκ πολλῆς ἄγαν φιλο στοργίας ὠφελεῖν ἐθέλεις αὐτά. Ὅταν τοίνυν ἄρτον αἰτήσῃ, ἀμελητὶ καὶ χαίρων προσάγεις, εὖ εἰδὼς ὅτι τροφῆς μεταποιεῖται τῆς ἐπωφελοῦς. Ὅταν δὲ διὰ φρενῶν ἔνδειαν τὸ βραχὺ παιδίον, οὔπω διακρίνειν εἰδὸς τὰ ὁρώμενα, αἰτήσῃ λίθον ἵνα φάγῃ, δίδως ἆρα, φησὶν, ἢ μᾶλλον ἀποφέρεις αὐτὸ τῆς εἰς τοῦτο βλαβερᾶς ἐπιθυμίας; Ὁ δὲ αὐτὸς ἔστω λόγος ἐπί τε ὄφεως καὶ ἰχθύος, ὠοῦ καὶ σκορπίου. Ὅτε τοίνυν, φησὶν, ὑμεῖς ὄντες πονηροὶ, τουτέστι, κακίας δεκτι κὴν ἔχοντες τὴν διάνοιαν, καὶ οὐ μονότροπον εἰς τὸ ἀγαθὸν, καθὰ καὶ ὁ τῶν ὅλων Θεὸς, οἴδατε διδόναι δόματα ἀγαθὰ τοῖς τέκνοις, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει πνεῦμα ἀγαθὸν τοῖς αἰτοῦσιν αὐτόν; τουτέστι χάριν πνευματικὴν, ἀγαθὴν δὲ πάν τως· ἣν εἴπερ τις λάβοι, τρισμακάριος ἔσται. Οὐκοῦν εἴ τι τῶν τοιούτων ἐθέλοις λαβεῖν, πρόσιθι χαίρων· κατανεύσει γὰρ ἑτοίμως, φιλάρετος ὢν ὁ ἐν οὐρανοῖς Πατήρ. 9Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κωφόν.9 (A f. 155, E f.131 b) Κωφὸν ἐν τούτοις τὸν ἄφωνον ὠνομάσθαι φαμέν· οὐ τῆς φύσεως δὲ ἦν τὸ πάθος, ἀλλὰ τοῦ δαίμονος ἐπιβουλὴ δήσαντος τὴν γλῶσσαν. ∆ιὸ καὶ ἑτέρων δεῖται τῶν προσαγόντων· οὐδὲ γὰρ δι' ἑαυτοῦ παρακαλέσαι ἠδύνατο, ἄφωνος ὤν. Ὅθεν οὐδὲ ἀπαιτεῖ πίστιν αὐτὸν ὁ Κύριος, ἀλλ' εὐθέως διορθοῦται τὸ νόσημα. "Καὶ ἐθαύμασαν οἱ ὄχλοι." Τούτου καθαρισθέντος καὶ τελεσθέντος τοῦ θαύματος, κατεκρότει μὲν ἡ πληθὺς ταῖς εὐφημίαις αὐτὸν, καὶ δόξῃ θεοπρεπεῖ στεφανοῦν ἠπείγετο τὸν θαυματουργόν. Τινὲς δὲ, φησὶν, ἐξ αὐτῶν, οὗτοι δὲ ἦσαν Γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπονοίᾳ καὶ φθόνῳ μεθύουσαν ἔχοντες τὴν καρδίαν, προσθήκην τῇ νόσῳ τὸ θαῦμα πεποίηνται. Ἀφιστάντες γὰρ αὐ τοῦ τὰ θεοπρεπῶς εἰργασμένα, τῷ διαβόλῳ προσ νενεμήκασι τὸ πάντα δύνασθαι κατορθοῦν· δι' αὐτοῦ γὰρ αὐτὸν ἐκβάλλειν ἔφασαν τὰ δαιμόνια.(A f. 155 b) Καταχωννύων γοῦν ὥσπερ εἰς