79
ὑγράς τε λιβάδας· δαψιλὴς χῶρος βαθύς, πηγὰς ἀφύσσων δώδεκ' ἐκ μιᾶς πέτρας, στελέχη δ' ἐρυμνὰ πολλὰ φοινίκων πέλει ἔγκαρπα, δεκάκις ἑπτά, καὶ ἐπίρρυτος χλόη πέφυκε θρέμμασιν χορτάσματα.» εἶτα ὑποβὰς περὶ τοῦ φανέντος ὀρνέου διεξέρχεται· «Ἕτερον δὲ πρὸς τοῖσδ' εἴδομεν ζῷον ξένον, θαυμαστόν, οἷον οὐδέπω ὥρακέ τις. διπλοῦν γὰρ ἦν τὸ μῆκος ἀετοῦ σχεδόν, πτεροῖσι ποικίλοισιν ἠδὲ χρώμασι. στῆθος μὲν αὐτοῦ πορφυροῦν ἐφαίνετο, σκέλη δὲ μιλτόχρωτα, καὶ κατ' αὐχένων κροκωτίνοις μαλλοῖσιν εὐτρεπίζετο. κάρα δὲ κοττοῖς ἡμέροις παρεμφερές, καὶ μηλίνῃ μὲν τῇ κόρῃ προσέβλεπε κύκλῳ· κόρη δὲ κόκκος ὣς ἐφαίνετο. φωνὴν δὲ πάντων εἶχεν ἐκπρεπεστάτην. βασιλεὺς δὲ πάντων ὀρνέων ἐφαίνετο, ὡς ἦν νοῆσαι· πάντα γὰρ τὰ πτήν' ὁμοῦ ὄπισθεν αὐτοῦ δειλιῶντ' ἐπέσσυτο, αὐτὸς δὲ πρόσθεν, ταῦρος ὣς γαυρούμενος, ἔβαινε κραιπνὸν βῆμα βαστάζων ποδός.»« καὶ μετὰ βραχέα· «Ἐπιζητεῖν δέ τινα πῶς οἱ Ἰσραηλῖται ὅπλα ἔσχον ἄνοπλοι ἐξελθόντες· ἔφασαν γὰρ τριῶν ἡμερῶν ὁδὸν ἐξελθόντες καὶ θυσιάσαντες πάλιν ἀνακάμψειν. φαίνεται οὖν τοὺς μὴ κατακλυσθέντας τοῖς ἐκείνων ὅπλοις χρήσασθαι.»
9.30.1 λαʹ. ΕΥΠΟΛΕΜΟΥ ΠΕΡΙ ∆ΑΒΙ∆ ΚΑΙ ΣΟΛΟΜΩΝΟΣ ΟΙ ΕΒΑΣΙΛΕΥΣΑΝ ΕΒΡΑΙΩΝ ΚΑΙ ΠΕΡΙ ΙΕΡΟΣΟΛΥΜΩΝ
«Εὐπόλεμος δέ φησιν ἔν τινι Περὶ τῆς Ἠλίου προφητείας Μωσῆν προφητεῦσαι ἔτη μʹ· εἶτα Ἰησοῦν, τὸν τοῦ Ναυῆ υἱόν, ἔτη λʹ· βιῶσαι δ' αὐτὸν 9.30.2 ἔτη ριʹ πῆξαί τε τὴν ἱερὰν σκηνὴν ἐν Σιλοῖ. μετὰ δὲ ταῦτα προφήτην γενέσθαι Σαμουήλ. εἶτα τῇ τοῦ θεοῦ βουλήσει ὑπὸ Σαμουὴλ Σαοῦλον βασιλέα 9.30.3 αἱρεθῆναι, ἄρξαντα δὲ ἔτη καʹ τελευτῆσαι. εἶτα ∆αβὶδ τὸν τούτου υἱὸν δυναστεῦσαι, ὃν καταστρέψασθαι Σύρους τοὺς παρὰ τὸν Εὐφράτην οἰκοῦντας ποταμὸν καὶ τὴν Κομμαγηνὴν καὶ τοὺς ἐν Γαλαδηνῇ Ἀσσυρίους καὶ Φοίνικας. στρατεῦσαι δ' αὐτὸν καὶ ἐπὶ Ἰδουμαίους καὶ Ἀμμανίτας καὶ Μωαβίτας καὶ 9.30.4 Ἰτουραίους καὶ Ναβαταίους καὶ Ναβδαίους, αὖθις δὲ ἐπιστρατεῦσαι ἐπὶ Σούρωνα βασιλέα Τύρου καὶ Φοινίκης· οὓς καὶ ἀναγκάσαι φόρους Ἰουδαίοις 9.30.5 ὑποτελεῖν· πρός τε Οὐαφρῆν τὸν Αἰγύπτιον βασιλέα φιλίαν συνθέσθαι. βου λόμενόν τε τὸν ∆αβὶδ οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ ἀξιοῦν τὸν θεὸν τόπον αὐτῷ δεῖξαι τοῦ θυσιαστηρίου. ἔνθα δὴ ἄγγελον αὐτῷ ὀφθῆναι ἑστῶτα ἐπάνω τοῦ τόπου, οὗ τὸν βωμὸν ἱδρῦσθαι ἐν Ἱεροσολύμοις, καὶ κελεύειν αὐτὸν μὴ ἱδρύεσθαι τὸ ἱερόν, διὰ τὸ αἵματι ἀνθρωπίνῳ πεφύρθαι καὶ πολλὰ ἔτη πεπολεμηκέναι· 9.30.6 εἶναι δ' αὐτῷ ὄνομα ∆ιαναθάν· προστάξαι τε αὐτῷ τοῦτον ὅπως τῷ υἱῷ ἐπιτρέψῃ τὴν οἰκοδομίαν, αὐτὸν δὲ εὐτρεπίζειν τὰ πρὸς τὴν κατασκευὴν ἀνήκοντα, 9.30.7 χρυσίον, ἀργύριον, χαλκόν, λίθους, ξύλα κυπαρίσσινα καὶ κέδρινα. ἀκούσαντα δὲ τὸν ∆αβὶδ πλοῖα ναυπηγήσασθαι ἐν Ἐλάνοις πόλει τῆς Ἀραβίας καὶ πέμψαι μεταλλευτὰς εἰς τὴν Οὐρφῆ νῆσον, κειμένην ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ, μέταλλα χρυσικὰ ἔχουσαν· καὶ τὸ χρυσίον ἐκεῖθεν μετακομίσαι τοὺς μεταλ9.30.8 λευτὰς εἰς τὴν Ἰουδαίαν. βασιλεύσαντα δὲ τὸν ∆αβὶδ ἔτη μʹ Σολομῶνι 9.30.8 τῷ υἱῷ τὴν ἀρχὴν παραδοῦναι, ὄντι ἐτῶν ιβʹ, ἐνώπιον Ἠλεὶ τοῦ ἀρχιερέως καὶ τῶν δώδεκα φυλάρχων καὶ παραδοῦναι αὐτῷ τόν τε χρυσὸν καὶ ἄργυρον καὶ χαλκὸν καὶ λίθον καὶ ξύλα κυπαρίσσινα καὶ κέδρινα. καὶ αὐτὸν μὲν τελευτῆσαι, Σολομῶνα δὲ βασιλεύειν καὶ γράψαι πρὸς Οὐαφρῆν τὸν Αἰγύπτου βασιλέα τὴν ὑπογεγραμμένην ἐπιστολήν.»
9.31.1 λβʹ. ΕΠΙΣΤΟΛΗ ΣΟΛΟΜΩΝΟΣ