ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ οὐχ ἑκόντα μεθ ιστὰς, διὰ τοῦ τῶν ἐχόντων ἐκπέμπειν αὐτὰ, καίτοι δέον ἐπὶ τούτῳ θαυμάζεσθαι, τοὺς τῶν εἰωθότων φιλοψογεῖν οὐ διέδρα λόγους. Τετολμήκασι γὰρ εἰ πεῖν, ἔγκλημα ποιούμενοι τὴν τερατουργίαν· "Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβούλ.Ἕτε ροι δὲ πειράζοντες," κ.τ.λ. Ἕτεροι δὲ τοῖς ἴσοις τοῦ φθόνου διανυττόμενοι κέντροις, ἐζήτουν ἐξ οὐρανοῦ σημεῖον ἰδεῖν παρ' αὐτοῦ· μονονουχὶ βοῶντες· Κἂν ἐξ ἀνθρώπου κακόηθες ἐλάσῃς δαιμόνιον, ἀλλ' οὔπω μέγα τὸ χρῆμά ἐστιν, οὐδὲ θείας ἐνεργείας ἀπόδειξιν ἔχει τὸ δρώμενον. Οὔπω τι τεθεάμεθα τοῖς ἀρχαίοις θαύμασιν ὅμοιον. ∆εῖξόν τι τῶν ἄνωθεν ἀνενδοιάστως ἐνεργουμένων. ∆ιεβίβασε Μωϋσῆς τὸν λαὸν, βάσιμον αὐτοῖς ἀποφήνας τὴν διὰ μέσου θάλατταν· ἐτύπτησε τῇ ῥάβδῳ τὴν πέτραν, καὶ ποταμῶν αὐτὴν ἔδειξε μητέρα· ἐξεδόθησαν ἐκ τῆς ἀκροτόμου πηγαί. 72.701 Ὁμοίως ὁ μετ' αὐτὸν Ἰησοῦς ἔστησε τὸν ἥλιον κατὰ Γαβαὼ, καὶ τὴν σελήνην κατὰ φάραγγα Ἀρνών. Ἔστησε τὸν Ἰορδάνην, καὶ τοῖς ἐκείνου νάμασιν ἐνῆκε δεσμόν. Σὺ δὲ τούτων ἔδειξας οὐδέν. Τὸ γὰρ ἐξ οὐρανοῦ βούλεσθαι σημεῖον αἰτεῖν, οὐδὲν ἕτερον ὑπεμφήνειεν ἂν, πλὴν ὅτι τοιούτους ἐσχήκασιν ἐπ' αὐτῷ τότε διαλογισμούς. Καὶ τί πρὸς ταῦτα Χρι στός; 9Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα, κ.τ.λ.9 (A f. 155 b) Πρῶτον μὲν ὄντα Θεὸν ἑαυτὸν ἀπο φαίνει, διὰ τοῦ καὶ τὸ λάθρα ψιθυρισθὲν παρ' αὐ τοῖς εἰδέναι· ἔγνω γὰρ τοὺς διαλογισμοὺς αὐτῶν. Ἔπειτα τῆς οὕτω δεινῆς ἀφιστὰς αὐτοὺς ἀσε βείας, οὐδὲν ἀπὸ τῶν Γραφῶν φησιν, οὐδὲ γὰρ προσ εῖχον, ἀλλὰ καὶ παρερμηνεύειν ἔμελλον, ἀλλ' ἀπὸ τῶν κοινῇ συμβαινόντων. Καὶ πόλις γὰρ, φησὶν, καὶ οἰ κία, ἂν σχισθῇ, ταχέως διαλύεται· καὶ βασιλεία, ἧς οὐδὲν δυνατώτερον Εἰ οὖν καὶ ἐγὼ δαίμονα ἔχων, δι' ἐκείνου ἐκβάλλω τοὺς δαίμονας, στάσις μεταξὺ δαι μόνων ἐστί· καὶ εἰ κατ' ἀλλήλων ἵστανται, ἀπόλωλεν αὐτῶν ἡ ἰσχύς. Ἵστησι μὲν γὰρ βασιλείας τῶν ὑπὸ χεῖρα τὸ γνήσιον. Ἵστησι δὲ οἴκους τὸ κατὰ μηδένα τρόπον ἀντιφέρεσθαί τινας ἀλλήλοις τῶν ἐν αὐτοῖς. Ἔστησε δ' ἂν καὶ τὴν τοῦ Βεελζεβοὺλ βασιλείαν, τὸ μὴ αὐτὸν ἑαυτῷ δρᾷν ἐθέλειν τὰ ἐναντία. Πῶς οὖν ἐκβάλλει Σατανᾶς τὸν Σατανᾶν; Οὐκοῦν οὐχ ἑκόντα τῶν ἀνθρώπων ἐκπέμπεται τὰ δαιμόνια. Οὐ γὰρ μάχεται, φησὶν, ὁ Σατανᾶς ἑαυτῷ· οὐκ ἐπιπλήττει τοῖς ἑαυτοῦ δορυφόροις, συγκροτεῖ δὲ μᾶλλον τὴν ἑαυτοῦ βασιλείαν. Λείπεται τοίνυν ἐννοεῖν ὅτι δυ νάμει θείᾳ συντρίβω τὸν Σατανᾶν.(A f. 156) Τῶν ἀνοσίων Φαρισαίων ἡ δυστροπωτάτη πληθὺς διαβε βλήκασι τὸν Ἐμμανουὴλ, καὶ συκοφαντεῖν ἀπετόλ μων τὴν δόξαν αὐτοῦ, ταῖς τοῦ Βεελζεβοὺλ συνερ γίαις ἐπικουρούμενον, εἰς τὸ δύνασθαι τὰ πονηρὰ τῶν ἠῤῥωστηκότων ἐξελαύνειν πνεύματα, δυσσεβῶς ὀνομάζοντες. Τοιγάρτοι καὶ διὰ Ὠσηὲ προφήτου τῆς τῶν Ἰουδαίων ἀθυροστομίας κατεκεκράγει λέγων αὐτὸς ὁ Ἐμμανουήλ· "Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ! δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ." 9Οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι, (A f. 156) Ἰουδαῖοι γὰρ καὶ ἐξ Ἰουδαίων κατὰ σάρκα γεγόνασιν οἱ μακάριοι μαθηταί. Οὗτοι τὴν κατὰ πνευμάτων ἀκαθάρτων ἐξουσίαν ἐσχήκασι παρὰ Θεοῦ, καὶ δὴ καὶ ἀπήλλαττον τοὺς ἐνισχημένους, ἐπιφωνοῦντες αὐτοῖς τὸ, "ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ." Ὅτε τοίνυν, φησὶν, οἱ ἐξ ὑμῶν γεγονότες υἱοὶ, ἐν ὀνόματί μου τὸν Βεελζεβοὺλ συντρίβουσιν, ἐπιπλήτ τοντες αὐτοῦ τοῖς δορυφόροις, καὶ ἀμελητὶ τῶν ἐχόν των αὐτοὺς ἐκπέμποντες, πῶς οὐκ ἐναργὴς δυσφη μία, πολὺ τὸ ἀμαθὲς δὲ ἔχουσα συμπεπλεγμένον, τὸ 72.704 λέγειν ἐμὲ δύναμιν δανεῖσθαι τὴν παρὰ τοῦ Βεελζε βούλ; Κατακριθήσεσθε τοίνυν ὑπὸ τῆς πίστεως ἐξ ὑμῶν γεγονότων υἱῶν, εἴπερ αὐτοὶ μὲν τὴν παρ' ἐμοῦ λαβόντες ἐξουσίαν καὶ δύναμιν παραλύουσι τὸν Σατανᾶν, καὶ οὐχ ἑκόντα τῶν ἐχόντων αὐτὸν ἐκ πέμποντες· ὑμεῖς δὲ λέγετε ταῖς ἐκείνου δυνάμεσι κεχρημένον ἐνεργεῖν ἐμὲ τὰς