80
«Βασιλεὺς Σολομῶν Οὐαφρῇ βασιλεῖ Αἰγύπτου φίλῳ πατρικῷ χαίρειν Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ ∆αβὶδ τοῦ πατρὸς διὰ τοῦ θεοῦ τοῦ μεγίστου, καὶ ἐπιτεταχότος μοι οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ἅμα δέ σοι γράψαι ἀποστεῖλαί μοι τῶν παρὰ σοῦ λαῶν, οἳ παραστήσονταί μοι μέχρι τοῦ ἐπιτελέσαι πάντα κατὰ τὴν χρείαν, καθότι ἐπιτέτακται.»
λγʹ. ΕΠΙΣΤΟΛΗ ΟΥΑΦΡΗ ΑΝΤΙΓΡΑΦΟΣ «Βασιλεὺς Οὐαφρῆς Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν Ἅμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν σφόδρα ἐχάρην καὶ λαμπρὰν ἡμέραν ἤγαγον ἐγώ τε καὶ ἡ δύναμίς μου πᾶσα ἐπὶ τῷ παρειληφέναι σε τὴν βασιλείαν παρὰ χρηστοῦ ἀνδρὸς καὶ δεδοκιμασμένου ὑπὸ τηλικούτου θεοῦ. περὶ δὲ ὧν γράφεις μοι, περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ' ἡμῖν, ἀπέσταλκά σοι μυριάδας ὀκτώ, ὧν καὶ τὰ πλήθη ἐξ ὧν εἰσι διασεσάφηκά σοι· ἐκ μὲν τοῦ Σεβριθίτου νομοῦ μυρίους, ἐκ δὲ τοῦ Μενδησίου καὶ Σεβεννύτου δισμυρίους· Βουσιρίτου, Λεοντοπολίτου καὶ Ἀθριβίτου ἀνὰ μυρίους. φρόντισον δὲ καὶ τὰ δέοντα αὐτοῖς καὶ τὰ ἄλλα, ὅπως εὐτακτῇ, καὶ ἵνα ἀποκατασταθῶσιν εἰς τὴν ἰδίαν, ὡς ἂν ἀπὸ τῆς χρείας γενόμενοι.»
λδʹ. ΕΠΙΣΤΟΛΗ ΣΟΛΟΜΩΝΟΣ «Βασιλεὺς Σολομῶν Σούρωνι τῷ βασιλεῖ Τύρου καὶ Σιδῶνος καὶ Φοινίκης φίλῳ πατρικῷ χαίρειν Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ ∆αβὶδ τοῦ πατρὸς διὰ τοῦ θεοῦ τοῦ μεγίστου, ἐπιτεταχότος μοι οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ἅμα δὲ καὶ σοὶ γράψαι ἀποστεῖλαί μοι τῶν παρὰ σοῦ λαῶν, οἳ συμπαραστήσονται ἡμῖν μέχρι τοῦ ἐπιτελέσαι τὴν τοῦ θεοῦ χρείαν, καθότι μοι ἐπιτέτακται. γέγραφα δὲ καὶ εἰς τὴν Γαλιλαίαν καὶ Σαμαρεῖτιν καὶ Μωαβῖτιν καὶ Ἀμμανῖτιν καὶ Γαλαδῖτιν χορηγεῖσθαι αὐτοῖς τὰ δέοντα ἐκ τῆς χώρας, κατὰ μῆνα κόρους σίτου μυρίους· ὁ δὲ κόρος ἐστὶν ἀρταβῶν ἕξ· καὶ οἴνου κόρους μυρίους· ὁ δὲ κόρος τοῦ οἴνου ἐστὶ μέτρα δέκα. τὸ δὲ ἔλαιον καὶ τὰ ἄλλα χορηγηθήσεται αὐτοῖς ἐκ τῆς Ἰουδαίας, ἱερεῖα δὲ εἰς κρεωφαγίαν ἐκ τῆς Ἀραβίας.»
λεʹ. ΕΠΙΣΤΟΛΗ ΣΟΥΡΩΝΟΣ «Σούρων Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν Εὐλογητὸς ὁ θεός, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ὃς εἵλετο ἄνθρωπον χρηστὸν ἐκ χρηστοῦ ἀνδρός· ἅμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν σφόδρα ἐχάρην καὶ εὐλόγησα τὸν θεὸν ἐπὶ τῷ παρειληφέναι σὲ τὴν βασιλείαν. 9.34.2 περὶ δὲ ὧν γράφεις μοι, περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ' ἡμῖν, ἀπέσταλκά σοι Τυρίων καὶ Φοινίκων ὀκτακισμυρίους καὶ ἀρχιτέκτονά σοι ἀπέσταλκα ἄνθρωπον Τύριον, ἐκ μητρὸς Ἰουδαίας, ἐκ τῆς φυλῆς τῆς ∆αβίδ. ὑπὲρ ὧν ἂν αὐτὸν ἐρωτήσῃς τῶν ὑπὸ τὸν οὐρανὸν πάντων κατ' ἀρχιτεκτονίαν, ὑφηγή9.34.3 σεταί σοι καὶ ποιήσει. περὶ δὲ τῶν δεόντων καὶ ἀποστελλομένων σοι παίδων καλῶς ποιήσεις ἐπιστείλας τοῖς κατὰ τόπον ἐπάρχοις, ὅπως χορηγῆται τὰ δέοντα. 9.34.4 ∆ιελθὼν δὲ Σολομῶν, ἔχων τοὺς πατρικοὺς φίλους, ἐπὶ τὸ ὄρος τὸ τοῦ Λιβάνου μετὰ τῶν Σιδωνίων καὶ Τυρίων, μετήνεγκε τὰ ξύλα τὰ προκεκομμένα ὑπὸ τοῦ