80
μετὰ πολλῆς τῆς δριμύτητος. Κἂν γὰρ μυριάκις πονηρός τις ᾖ, τὸ κριτήριον τοῦ συνειδότος οὐ διαφθείρεται· φυσικὸν γάρ ἐστι καὶ παρὰ τοῦ Θεοῦ ἡμῖν παρὰ τὴν ἀρχὴν ἐντεθέν· κἂν μυρία φιλονεικήσωμεν, ἐφέστηκεν ἐκεῖνο καταβοῶν, κολάζον, καταδικάζον· καὶ οὐκ ἔστιν οὐδεὶς τῶν ἐν κακίᾳ ζώντων, ὃς οὐ μυρίαν ὀδύνην ὑπομένει, καὶ βουλευόμενος τὰ κακὰ, καὶ εἰς ἔργον ἐκφέρων τὴν βουλήν. Τί γὰρ τοῦ Ἀχαὰβ πονηρότερον; ἀλλ' ὅμως ἐκεῖνος ἐπιθυμήσας τοῦ ἀμπελῶνος, ἐννόησον πόσην ὀδύνην ἔσχε. Βασιλεὺς γοῦν ὢν καὶ πάντων κρατῶν, καὶ οὐδένα ἔχων τὸν ἀντιλέγοντα, ἐπειδὴ τοῦ συνειδότος τὴν ψῆφον οὐκ ἤνεγκεν, εἰσῆλθε σκυθρωπάζων, κάτω κύπτων, συγκεχυμένος, πολλὴν ἀχλὺν ἐπὶ τῆς ὄψεως φέρων, 63.670 τῆς ἀπὸ τοῦ συνειδότος καταδίκης τὸν ἔλεγχον ἐπὶ τοῦ προσώπου κηρύττων, καὶ οὐ δυνάμενος συσκιάσαι τὴν ἀπὸ τῆς ἀθυμίας ἐγγενομένην αὐτῷ ὀδύνην. Βούλεσθε γνῶναι σαφῶς, πῶς οὐκ ἀφίησιν ἀνθρώπους εἶναι τοὺς ἀνθρώπους ὁ πλοῦτος, ἀλλὰ θηρία καὶ δαίμονας; Αὐχμὸς κατέλαβέ ποτε τὴν πόλιν τὴν ἡμετέραν, καὶ ἦν ἰδεῖν χαλκοῦν τὸν οὐρανὸν γεγενημένον, καὶ τὸν θάνατον τῶν ἁπάντων θανάτων χαλεπώτερον καθ' ἑκάστην προσδοκώμενον τὴν ἡμέραν, καὶ Θεὸν παρακαλούμενον λῦσαι τοῦτο τὸ δέος· οὗ τῇ φιλανθρωπίᾳ παρ' ἐλπίδα ἅπασαν πολὺς καὶ ἄπειρος ὑετὸς ἄνωθεν κατεφέρετο. Πάντων οὖν ἐν πανηγύρει καὶ ἑορτῇ καθεστώτων, ἅτε ἐξ αὐτῶν ἀναβάντων τῶν τοῦ θανάτου πυλῶν, τῶν πλουτούντων τις, στυγνὸς, κατηφὴς, ἀποτεθνηκὼς ὑπὸ ἀθυμίας περιῄει· καὶ πολλῶν τὴν αἰτίαν πυνθανομένων, οὐδὲ κατασχεῖν ἔνδον ἴσχυσεν, ἀλλ' ὑπὸ τῆς τυραννίδος τοῦ χαλεποῦ τούτου πάθους κεντούμενος, εἰς μέσον τὴν αἰτίαν ἐξήνεγκε· Μυρία γὰρ σίτου μέτρα κεκτημένος, φησὶν, οὐκ ἔχω πῶς διάθωμαι ταῦτα λοιπόν. Τί λέγεις; ἀλγεῖς ὅτι μὴ πάντες ἀπώλοντο, ἵνα σὺ συναγάγῃς χρυσίον; οὐκ ἤκουσας τί φησιν ὁ Σολομών· Ὁ τιμιουλκῶν σῖτον, δημοκατάρατος; ἀλλὰ περιέρχῃ κοινὸς ἐχθρὸς τῶν τῆς οἰκουμένης ἀγαθῶν, καὶ τῆς τοῦ ∆εσπότου φιλοτιμίας πολέμιος, καὶ τοῦ μαμωνᾶ φίλος, μᾶλλον δὲ δοῦλος; Οὐ γὰρ ἐκκοπῆναι τὴν γλῶτταν ἐκείνην ἔδει; οὐ γὰρ σβεσθῆναι τὴν καρδίαν τὴν ταῦτα τεκοῦσαν τὰ ῥήματα; Τί γὰρ αὐτοῦ ἐλεεινότερον γένοιτ' ἂν τοῦ πλουσίου, τοῦ δι' αὐτὸ τοῦτο ἀλγοῦντος, ὅτι ἄπειρα κέκτηται, καὶ δυσχεραίνοντος ὡς ἀπολωλεκέναι νομίζοντος, καὶ καθ' ἑκάστην ἡμέραν εὐχομένου γενέσθαι λιμὸν, ἵνα αὐτῷ χρυσίον προσγένηται; Πῶς ὑμῖν ὑπογράψω βούλεσθε τὰ τοῦ πλεονέκτου πάθη καὶ ἅρπαγος; τί γὰρ τῶν χειρῶν ἐκείνων μιαρώτερον; τί τῶν ὀφθαλμῶν ἐκείνων ἀναισχυντότερον, ἢ ἀναιδέστερον καὶ κυνικώτερον; Οὐ βλέπει τοὺς ἀνθρώπους ἀνθρώπους, οὐδὲ τὸν οὐρανὸν οὐρανὸν, ἀλλὰ πάντα χρήματα εἶναι νομίζει. Οἱ γὰρ ἀνθρώπων ὀφθαλμοὶ πένητας εἰώθασιν ὁρᾷν καταπεπονημένους, καὶ ἐπικλᾶσθαι· οἱ δὲ ἅρπαγες ὁρῶσι πένητας, καὶ μᾶλλον ἐκθηριοῦνται. Οἱ ἀνθρώπων ὀφθαλμοὶ οὐ τῶν ἄλλοις δεδομένων ἐφίενται, ἀλλὰ καὶ τὰ αὐτῶν εἰς ἑτέρους κενοῦσιν· οὗτοι δὲ οὐκ ἀνέχονται, εἰ μὴ τὰ πάντων λαβόντες ἰδιοποιήσαιντο. Οἱ ἀνθρώπων ὀφθαλμοὶ γυμνὸν ἰδεῖν τὸ σῶμα τοῦ πλησίον οὐκ ἀνέχονται· οὗτοι δὲ, εἰ μὴ πάντας γυμνώσαιεν, καὶ τὰ πάντων οἴκοι κατάθοιντο, οὐδέποτε κόρον λαμβάνουσι· μᾶλλον δὲ οὐδὲ τότε ἐμπίπλανται. ∆ιόπερ οὐδὲ θηρίων τὰς χεῖρας τὰς τούτων ἄν τις εἶναι φαίη μόνον, ἀλλὰ καὶ τούτων ἀγριωτέρας πολλῷ καὶ χαλεπωτέρας. Ἄρκοι μὲν γὰρ καὶ λύκοι, ἐπειδὰν λάβωσι κόρον τῆς τοιαύτης τροφῆς, ἀφίστανται· οὗτοι δὲ κόρον οὐκ ἔχουσι. Καίτοι διὰ τοῦτο χεῖρας ἡμῖν ἐποίησεν ὁ Θεὸς, ἵνα ἑτέροις βοηθῶμεν, οὐχ ἵνα ἐπιβουλεύωμεν· ἐπεὶ εἰ μέλλοιμεν εἰς τοῦτο αὐταῖς κεχρῆσθαι, βέλτιον αὐτὰς ἐκκοπῆναι καὶ χωρὶς τούτων εἶναι. Ὅταν γὰρ πρόβατον μὲν σπαραττόμενον ὑπὸ θηρίου τις ἰδὼν ἀλγῇ, καὶ τὴν ψυχὴν δάκνηται, εἰς δὲ τὸν ὁμόφυλον τοῦτο αὐτὸ ἐργαζόμενος, οὐ νομίζῃ τι ποιεῖν δεινόν· πῶς ἂν εἴη ἄνθρωπος ὁ τοιοῦτος, ἀλλ' οὐ θηρίον, καὶ τοῦ θηρίου χείρων; Τὰ μὲν γὰρ θηρία τῇ φύσει ἐστὶ τοιαῦτα· οἱ δὲ πλεονέκται κατὰ φύσιν τὸ ἥμερον ἔχοντες, παρὰ φύσιν εἰς