θεοσημείας. 9Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμό νια, κ.τ.λ.9 (A f. 156, B f. 115 b) Ἐπειδὴ, φησὶ, τὸ παρ' ὑμῶν λεγόμενον οὐκ ἀληθὲς, ἕωλον δὲ μᾶλλόν ἐστι καὶ κατεψευσμένον, καὶ συκοφαντίας ἔχον γραφὴν, πρό δηλον ὅτι ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. ∆άκτυλον δὲ Θεοῦ τὸ ἅγιον Πνεῦμά φησι. Χεὶρ μὲν γὰρ αὐτὸς καὶ βραχίων ὠνόμασται τοῦ Θεοῦ καὶ Πατρὸς, ἐνεργεῖ γὰρ τὰ πάντα δι' αὐτοῦ. Ἐνεργεῖ δὲ ὁμοίως καὶ Υἱὸς ἐν Πνεύματι. Ὥσπερ οὖν ὁ δάκτυλος ἀπήρτηται τῆς χειρὸς, οὐκ ἀλλότριος ὢν αὐτῆς, ἀλλ' ἐν αὐτῇ φυσικῶς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῷ τῆς ὁμοουσιότητος λόγῳ συνῆπται πρὸς ἕνωσιν τῷ Υἱῷ, κἂν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορεύηται. Πάντα γὰρ, ὡς ἔφην, ὁ Υἱὸς ἐργάζεται, διὰ τοῦ ὁμοουσίου Πνεύματος. Πλὴν ἐν δακτύλῳ Θεοῦ, φησὶ, ἐκβάλλω τὰ δαιμόνια, καὶ νῦν οἰκονομικῶς ὡς ἄνθρω πος. Οὐ γὰρ ἂν ἤνεγκαν Ἰουδαῖοι, σαθρὸν καὶ ἀσύν ετον ἔχοντες νοῦν, λέγοντος αὐτοῦ, ὅτι Ἐν Πνεύματί μου ἐκβάλλω τὰ δαιμόνια.(A f. 156) Καί μοι πρόσχες ἀκριβῶς, ὅτι ἐνεργοῦντος τοῦ Πατρὸς δι' Υἱοῦ τὰ παράδοξα, τὸ Πνεῦμά ἐστι τὸ ἐνεργοῦν αὐτά. Καὶ γὰρ αὐτὸ ἐνήργει ἐν ἐκείνῳ τῷ ναῷ· ὧν δὲ μία ἐνέργεια, τούτων καὶ φύσις ἡ αὐτή. Παντα χοῦ τοίνυν συνελαυνόμενοι πρὸς τὸ ἀληθὲς οἱ πνευ ματομάχοι, μισείτωσαν τοὺς τῶν πλάνων ἐμέτους, ἀνανηφέτωσαν πρὸς Θεὸν, αἰτείτωσαν παρ' αὐτοῦ τῆς ἀληθείας τὸ φῶς· χαρίσεται γὰρ, φιλάνθρωπος ὢν, ὁ Σωτήρ.(A f. 156 b) Εἰ τοίνυν, φησὶν, ἐγὼ, ἄνθρωπος ὢν καὶ γενόμενος καθ' ὑμᾶς, ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, πεπλούτηκεν ἡ ἀνθρώ που φύσις ἐν ἐμοὶ καὶ πρώτῳ τὴν θεοπρεπῆ βασι λείαν· δεδόξασται γὰρ συντρίβουσα τὸν Σατανᾶν, καὶ ἀκαθάρτοις ἐπιτιμῶσα πνεύμασι. Τοῦτό ἐστι τό· "Ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ." 9Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν, κ.τ.λ.9 (A f. 156 b) Ἐπειδὴ διὰ πολλῶν ἐννοιῶν τὸν ἐπὶ τούτοις ἰέναι λόγον ἀναγκαῖον ἦν, κέχρηται παρα δείγματι σαφεῖ καὶ ἐναργεστάτῳ, δι' οὗ πάρεστι τοῖς ἐθέλουσιν ἰδεῖν, ὅτι νενίκηκε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ οἷον ἀπονευρώσας αὐτὸν, καὶ γυμνὸν ἀποφήνας τῆς ἐνούσης ἰσχύος αὐτῷ, δέδωκεν εἰς διαρπαγὴν τοῖς ἑαυτοῦ γνωρίμοις. Ἕως μὲν γὰρ, φησὶν, ὁ ἰσχυρὸς ἔχει τὸ δύνασθαι, καὶ φυλάττει τὰ ἑαυτοῦ, οὐδεμίαν ὑφορᾶται πλεονεξίαν. Ἐπ' ἂν δέ τις ἰσχυρότερος αὐτοῦ ἐπελθὼν χειρώσηται αὐτὸν, τότε διαρπάζεται. Τοῦτο ὡς ἐπ' ἀνθρώπων εἴρηται τὸ 72.705 παράδειγμα· πέπονθε δὲ αὐτὸ καὶ ὁ μισόκαλος διά βολος· ἦν μὲν γὰρ πρὸ τῆς Σωτῆρος ἐπιδημίας ἐν ἰσχύϊ πολλῇ, τὰς ἀλλοτρίας ἀγέλας, δῆλον δὲ ὅτι τὰς τοῦ ἐπὶ πάντων Θεοῦ, συνελάσας ὥσπερ καὶ συν έχων εἰς ἰδίαν αὐλήν. Ἐπειδὴ δὲ ὁ πάντων ἐπέκεινα τοῦ Θεοῦ Λόγος, ὁ πάσης ἰσχύος δοτὴρ, καὶ τῶν δυνάμεων Κύριος, ἐπεπήδησεν αὐτῷ γενόμενος ἄν θρωπος, διηρπάσθη πάντα αὐτοῦ τὰ σκεύη, καὶ δι εδόθη τὰ σκῦλα. Οἱ γὰρ πάλαι παρ' αὐτοῦ συνεχό μενοι πρὸς ἀθεΐαν καὶ πλάνην, κέκληνται διὰ τῶν ἁγίων ἀποστόλων εἰς ἐπίγνωσιν ἀληθείας, καὶ προσ εκομίσθησαν τῷ Θεῷ καὶ Πατρὶ διὰ τῆς πίστεως τῆς εἰς τὸν Υἱόν. 9Ὁ μὴ ὢν μετ' ἐμοῦ, κατ' ἐμοῦ ἐστι.9 (A f. 157, E f.132) Ἐγὼ μὲν γὰρ ἐπεδήμησα, φησὶν, ἵνα πάντας ἐξέλωμαι τῶν τοῦ διαβόλου χει ρῶν, ἵνα αἰχμαλώτους ὄντας ἐλευθερώσω, καὶ φω τίσω ἐσκοτισμένους, καὶ πεσόντας ἀναστήσω, καὶ συντεθραυσμένους ἰάσωμαι, ἵνα τὰ τέκνα τοῦ Θεοῦ, τὰ διεσκορπισμένα παρ' ἐκείνου δηλονότι, συναγάγω εἰς ἕν. Ὁ δέ γε Σατανᾶς μὴ ὢν μετ' ἐμοῦ, ἐπιχειρεῖ σκορπίζειν ἃ συνῆξα καὶ ἔσωσα. Πῶς οὖν ὁ μαχό μενος ταῖς ἐμαῖς οἰκονομίαις δίδωσί μοι δύναμιν καθ' ἑαυτοῦ; Ἆρ' οὐκ εὔηθες τὸ οἴεσθαι τοιοῦτόν τι γεγε νῆσθαι; Πόθεν οὖν ἄρα συμβέβηκε τοῖς Ἰουδαίων δήμοις, τὸ κατολισθεῖν εἰς τοιαύτας ἐννοίας περὶ Χριστοῦ, αὐτὸς διεσάφησεν εἰπών· 9Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι' ἀνύδρων τόπων, κ.τ.λ.9 (A