81
πατρὸς αὐτοῦ διὰ τῆς θαλάσσης εἰς Ἰόππην, ἐκεῖθεν δὲ πεζῇ εἰς Ἱεροσόλυμα. καὶ ἄρξασθαι οἰκοδομεῖν τὸ ἱερὸν τοῦ θεοῦ, ὄντα ἐτῶν τρισκαίδεκα, ἐργάζεσθαι δὲ τὰ ἔθνη τὰ προειρημένα καὶ φυλὰς δώδεκα τῶν Ἰου δαίων καὶ παρέχειν ταῖς ἑκκαίδεκα μυριάσι τὰ δέοντα πάντα, κατὰ μῆνα φυλὴν μίαν. θεμελιῶσαί τε τὸν ναὸν τοῦ θεοῦ, μῆκος πηχῶν ξʹ, πλάτος πηχῶν ξʹ, τὸ δὲ πλάτος τῆς οἰκοδομῆς καὶ τῶν θεμελίων πηχῶν ιʹ· οὕτω γὰρ αὐτῷ 9.34.5 προστάξαι Νάθαν τὸν προφήτην τοῦ θεοῦ. οἰκοδομεῖν δὲ ἐναλλὰξ δόμον λίθινον καὶ ἔνδεσμον κυπαρίσσινον, πελεκίνοις χαλκοῖς ταλαντιαίοις καταλαμβάνοντας τοὺς δύο δόμους. οὕτω δ' αὐτὸν οἰκοδομήσαντα ξυλῶσαι ἔσωθεν κεδρίνοις ξύλοις καὶ κυπαρισσίνοις, ὥστε τὴν λιθίνην οἰκοδομὴν μὴ φαίνεσθαι· χρυσῶσαί τε τὸν ναὸν ἔσωθεν χωννύντα πλινθία χρυσᾶ πενταπήχη καὶ προστιθέναι προσηλοῦντα ἥλοις ἀργυροῖς, ταλαντιαίοις τὴν ὁλκήν, μαστοειδέσι 9.34.6 τὸν ῥυθμόν, τέσσαρσι δὲ τὸν ἀριθμόν. οὕτω δ' αὐτὸν χρυσῶσαι ἀπὸ ἐδάφους ἕως τῆς ὀροφῆς τό τε ὀρόφωμα ποιῆσαι ἐκ φατνωμάτων χρυσῶν, τὸ δὲ δῶμα ποιῆσαι χαλκοῦν ἀπὸ κεραμίδων χαλκῶν, χαλκὸν χωνεύσαντα καὶ τοῦτον καταχέαντα. ποιῆσαι δὲ δύο στύλους χαλκοῦς καὶ καταχρυσῶσαι αὐτοὺς 9.34.7 χρυσίῳ ἀδόλῳ, δακτύλου τὸ πάχος. εἶναι δὲ τοὺς στύλους τῷ ναῷ ἰσομεγέθεις, τὸ δὲ πλάτος κύκλῳ ἕκαστον κίονα πηχῶν δέκα· στῆσαι δὲ αὐτοὺς τοῦ οἴκου ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ εὐωνύμων. ποιῆσαι δὲ καὶ λυχνίας χρυσᾶς δέκα, δέκα τάλαντα ἑκάστην ὁλκὴν ἀγούσας, ὑπόδειγμα λαβόντα τὴν ὑπὸ 9.34.8 Μωσέως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τεθεῖσαν· στῆσαι δ' ἐξ ἑκατέρου μέρους τοῦ σηκοῦ τὰς μὲν ἐκ δεξιῶν, τὰς δὲ ἐξ εὐωνύμων. ποιῆσαι δ' αὐτὸν καὶ λύχνους χρυσοῦς οʹ, ὥστε καίεσθαι ἐφ' ἑκάστης λυχνίας ἑπτά. οἰκοδομῆσαι δὲ καὶ τὰς πύλας τοῦ ἱεροῦ καὶ κατακοσμῆσαι χρυσίῳ καὶ ἀργυρίῳ· καὶ κατα9.34.9 στεγάσαι φατνώμασι κεδρίνοις καὶ κυπαρισσίνοις. ποιῆσαι δὲ καὶ κατὰ τὸ πρὸς βορρᾶν μέρος τοῦ ἱεροῦ στοὰν καὶ στύλους αὐτῇ ὑποστῆσαι χαλκοῦς μηʹ· κατασκευάσαι δὲ καὶ λουτῆρα χαλκοῦν, μῆκος πηχῶν κʹ καὶ πλάτος πηχῶν κʹ, τὸ δὲ ὕψος πηχῶν εʹ· ποιῆσαι δὲ ἐπ' αὐτῷ στεφάνην πρὸς τὴν βάσιν ἔξω ὑπερέχουσαν πῆχυν ἕνα πρὸς τὸ τοὺς ἱερεῖς τούς τε πόδας προσκλύζεσθαι καὶ τὰς χεῖρας νίπτεσθαι ἐπιβαίνοντας· ποιῆσαι δὲ καὶ τὰς βάσεις τοῦ λουτῆρος τορευτὰς χωνευτὰς δώδεκα καὶ τῷ ὕψει ἀνδρομήκεις καὶ στῆσαι ἐξ ὑστέρου 9.34.10 μέρους ὑπὸ τὸν λουτῆρα, ἐκ δεξιῶν τοῦ θυσιαστηρίου. ποιῆσαι δὲ καὶ βάσιν χαλκῆν τῷ ὕψει πηχῶν δυοῖν κατὰ τὸν λουτῆρα, ἵν' ἐφεστήκῃ ἐπ' αὐτῆς ὁ βασιλεύς, ὅταν προσεύχηται, ὅπως ὀπτάνηται τῷ λαῷ τῶν Ἰουδαίων. οἰκοδομῆσαι δὲ καὶ τὸ θυσιαστήριον πηχῶν κεʹ ἐπὶ πήχεις κʹ, τὸ δὲ ὕψος πηχῶν 9.34.11 δώδεκα. ποιῆσαι δὲ καὶ δακτυλίους δύο χαλκοῦς ἁλυσιδωτοὺς καὶ στῆσαι αὐτοὺς ἐπὶ μηχανημάτων ὑπερεχόντων τῷ ὕψει τὸν ναὸν πήχεις κʹ καὶ σκιάζειν ἐπάνω παντὸς τοῦ ἱεροῦ· καὶ προσκρεμάσαι ἑκάστῃ δίκτυϊ κώδωνας χαλκοῦς ταλαντιαίους τετρακοσίους· καὶ ποιῆσαι ὅλας τὰς δίκτυας πρὸς τὸ ψοφεῖν τοὺς κώδωνας καὶ ἀποσοβεῖν τὰ ὄρνεα, ὅπως μὴ καθίζῃ ἐπὶ τοῦ ἱεροῦ μηδὲ νοσσεύῃ ἐπὶ τοῖς φατνώμασι τῶν πυλῶν καὶ στοῶν καὶ μολύνῃ τοῖς ἀποπατήμασι 9.34.12 τὸ ἱερόν. περιβαλεῖν δὲ καὶ τὰ Ἱεροσόλυμα τὴν πόλιν τείχεσι καὶ πύργοις 9.34.13 καὶ τάφροις· οἰκοδομῆσαι δὲ καὶ βασίλεια ἑαυτῷ. προσαγορευθῆναι δὲ τὸ ἀνάκτορον πρῶτον μὲν ἱερὸν Σολομῶνος, ὕστερον δὲ παρεφθαρμένως τὴν πόλιν ἀπὸ τοῦ ἱεροῦ Ἱερουσαλὴμ ὀνομασθῆναι, ὑπὸ δὲ τῶν Ἑλλήνων φερωνύ9.34.14 μως Ἱεροσόλυμα λέγεσθαι. συντελέσαντα δὲ τὸ ἱερὸν καὶ τὴν πόλιν τειχί σαντα ἐλθεῖν εἰς Σηλὼμ καὶ θυσίαν τῷ θεῷ εἰς ὁλοκάρπωσιν προσαγαγεῖν βοῦς χιλίους. λαβόντα δὲ τὴν σκηνὴν καὶ τὸ θυσιαστήριον καὶ τὰ σκεύη, ἃ 9.34.15 ἐποίησε Μωσῆς, εἰς Ἱεροσόλυμα ἐνεγκεῖν καὶ ἐν τῷ οἴκῳ θεῖναι. καὶ τὴν κιβωτὸν δὲ καὶ