81
τὸ θηριῶδες ἑαυτοὺς ἐξάγειν βιάζονται. Τῶν τοιούτων καὶ τὰ στό 63.671 ματα θηρίων ἐστὶ στόματα· μᾶλλον δὲ καὶ τούτων ἀγριώτερα· καὶ γὰρ ῥήματα φθέγγονται μᾶλλον ἐκείνων τῶν ὀδόντων ἰὸν ἀφιέντα, φόνον ἐργαζόμενα. Εἰ δὲ καὶ τὴν διάνοιάν τις ἐξετάσειε τῶν τοιούτων, οὐκ ἔτι θηρία μόνον, ἀλλὰ καὶ δαίμονας αὐτοὺς προσερεῖ· καὶ γὰρ πολλῆς γέμουσι τῆς ἀπηνείας καὶ τῆς πρὸς τὸν ὁμόδουλον ἔχθρας. Οἱ μὲν γὰρ δαίμονες τοὺς ἐπιβουλευομένους ἀνθρώπους συμπράττοντας ἑαυτοῖς ἔχουσιν· ὡς εἰ μὴ συνέπραττον, τὸ πλέον τῶν ἐπιβουλῶν τῶν καθ' ἡμῶν ἐκείνοις ἀνῄρητο· οὗτοι δὲ καὶ φιλονεικούντων αὐτοῖς τῶν ἐπηρεαζομένων κρατεῖν ἐπιχειροῦσι. Καὶ οὔτε βασιλείας ἔρως ἐκεῖ, οὔτε γεέννης φόβος, οὐκ αἰδὼς τῶν ἀνθρώπων, οὐκ ἔλεος, οὐ συμπάθεια, ἀλλ' ἀναισχυντία καὶ ἰταμότης καὶ ὑπεροψία τῶν μελλόντων ἁπάντων, καὶ μῦθος αὐτοῖς εἶναι δοκεῖ τὰ τοῦ Θεοῦ ῥήματα. Ὄντως θηρίων χαλεπωτάτων, τὸ μὴ ὑπό τινος ἀδικουμένους αὐτοὺς ἄρχειν ἀδικίας· μᾶλλον δὲ οὐδὲ θηρίων. Ἐκεῖνα γὰρ ἂν ἀφῇς ἐπὶ τῆς ἐρήμου νέμεσθαι, καὶ μὴ στενοχωρήσας εἰς ἀνάγκην καταστήσῃς, οὐδέποτε λυμανεῖται, οὔτε προσελεύσεται, οὔτε δήξεται, ἀλλ' ἀπελεύσεται τὴν οἰκείαν ὁδόν· σὺ δὲ ἄνθρωπος ὢν λογικὸς, τετιμημένος ἀρχῇ τοσαύτῃ καὶ τιμῇ καὶ δόξῃ, οὐδὲ τὰ θηρία μιμῇ περὶ τοὺς ὁμοφύλους, ἀλλὰ τὸν ἀδελφὸν ἀδικεῖς καὶ κατεσθίεις; καὶ πόθεν ἀπολογήσεσθαι δυνήσῃ; Οὐχ ὁρᾷς τὴν μέλισσαν, ἧς τὴν ἐργασίαν βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, πῶς οὐδὲν αὐτῆς προΐσταται τὸ μὴ ἀποθανεῖν ποιοῦσαν κακῶς, ἀλλ' ἐναποθνήσκει τῷ κέντρῳ; ∆ιὰ ταύτης παιδεύθητι μὴ λυπεῖν τοὺς πλησίον· αὐτοὶ γὰρ τὸν θάνατον δεχόμεθα πρότερον. Ἐκείνους μὲν γὰρ πρὸς μικρὸν ἴσως ἐλυπήσαμεν, αὐτοὶ δὲ οὐκέτι ζησόμεθα, ὡς οὐδὲ ἐκείνη. ∆ιὰ τοῦτο χρήματα λέγεται, ἵνα χρώμεθα εἰς δέον, οὐχ ἵνα φυλάττωμεν· τοῦτο γὰρ οὐκέτι κτήσασθαι, ἀλλὰ κτηθῆναι. Εἰ γὰρ τοῦτο μέλλοιμεν σκοπεῖν, ὅπως αὐτὰ πολλὰ ποιήσωμεν, οὐχ ὅπως εἰς δέον ἀπολαύσωμεν, ἀνατέτραπται ἡ τάξις, καὶ ἐκεῖνα μᾶλλον ἡμᾶς κέκτηται, οὐχ ἡμεῖς ἐκεῖνα. Ὁ γὰρ χρημάτων ἐρῶν, οὐ μόνον τοὺς ἐχθροὺς οὐκ ἀγαπήσει, ἀλλὰ καὶ τοὺς φίλους μισήσει. Οὐδὲ γὰρ συγγένειαν οἶδεν ὁ τοιοῦτος, οὐ συνηθείας μέμνηται, οὐχ ἡλικίαν αἰδεῖται, οὐ φίλον ἔχει τινά· ἀλλὰ πρὸς πάντας ἀπεχθῶς διακείσεται, καὶ, πρὸ τῶν ἄλλων πάντων, πρὸς ἑαυτὸν, οὐ τῷ μόνον ἀπολλύναι τὴν ψυχὴν τὴν ἑαυτοῦ, ἀλλὰ καὶ τῷ μυρίαις ἑαυτὸν κατατείνειν φροντίσι. Καὶ ὁ μὲν χρημάτων καταφρονῶν, ἔστησε τὴν ἐπιθυμίαν· ὁ δὲ πλουτεῖν βουλόμενος καὶ περιβάλλεσθαι, πλεῖον ἀνῆψε μᾶλλον, καὶ οὐδέποτε ἵσταται, ἀλλὰ κἂν μυρία λάβῃ τάλαντα, ἑτέρων τοσούτων ἐπιθυμεῖ· κἂν τούτων ἐπιτύχῃ, πάλιν δὶς τοσούτων ἄλλων ἐφίεται· καὶ προϊὼν, καὶ τὰ ὄρη καὶ τὴν γῆν καὶ τὴν θάλατταν, καὶ πάντα εὔχεται αὐτῷ γενέσθαι χρυσίον, καινήν· τινα μανίαν μαινόμενος καὶ φοβερὰν, καὶ οὐδέποτε σβεσθῆναι δυναμένην. Ὅταν γὰρ ἑτέροις τὰ ἑαυτῶν δοῦναι προσταττόμενοι, τὰ ἑτέρων ἁρπάζωμεν, τίς ἄρα ἡμῖν ἐστι σωτηρίας ἐλπίς; Εἰ μὴ πεινῶντα ἔθρεψας, κολάζῃ· εἰ καὶ ἀπέδυσας ἐνδεδυμένον, ποίας τεύξῃ 63.672 συγγνώμης; Εἰπὲ δή μοι, εἴ τίς σε εἰς Περσικὴν ἤγαγε γῆν ὀψόμενον τὰ ἐκεῖ καὶ ἐπανήξοντα, εἶτα ἐκέλευσεν οἰκίαν δείμασθαι· ἆρα οὐκ ἂν αὐτοῦ κατέγνως ἄνοιαν τὴν ἐσχάτην, ὡς ἀκαίρως δαπανᾷν κελεύοντος; Πῶς οὖν ἐπὶ τῆς γῆς τὸ αὐτὸ τοῦτο ποιεῖς, ἣν μικρὸν ὕστερον ἀπολείψεις; Ἀλλὰ τοῖς παιδίοις καταλείψω, φησίν. Ἀλλὰ καὶ ἐκεῖνοι μικρὸν ὕστερον καταλείπουσι μετὰ σὲ, πολλάκις δὲ καὶ πρὸ σοῦ. ∆ιὰ τοῦτο οὖν πλεονεκτεῖς, καὶ τὰ τῶν ἄλλων ἁρπάζεις, ἵνα σοι ὁ τοῦ ἵππου χαλινὸς ἀλείφηται πολλῷ τῷ χρυσῷ, καὶ ὁ τῆς οἰκίας ὄροφος καὶ αἱ τῶν κιόνων κεφαλαί; καὶ πόσης οὐκ ἂν εἴη ταῦτα γεέννης ἄξια, ὅταν τὸν ἀδελφὸν τὸν οὕτω παρὰ τοῦ ∆εσπότου σου τιμηθέντα, ἵνα λίθους καλλωπίσῃς καὶ ἔδαφος, καὶ σώματα ζώων ἀλόγων οὐδὲ αἰσθανομένων τοῦ κόσμου, εἰς μυρίας ἐμβάλλῃς συμφοράς; Καὶ ὁ μὲν κίων ἐν ἐπιμελείᾳ πολλῇ, ὁ δὲ ἄνθρωπος, μᾶλλον δὲ ὁ Χριστὸς, διὰ τὸν κίονα καὶ τὰ εἰρημένα ἅπαντα εἰς ἔσχατον κατακλείεται λιμόν. Κἂν μὲν