f. 157 b) Ὅτι δὲ εἰς Ἰουδαίους ἐστὶ τὸ σύμπαν τοῦτο παράδειγμα, δεδήλωκεν ὁ Ματθαῖος, ἐπιφω νήσας· "Οὕτως ἔσται καὶ τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ." Ἕως μὲν γὰρ ἦσαν ἐν Αἰγύπτῳ θητεύον τες, καὶ τοῖς Αἰγυπτίων διαζῶντες ἔθεσί τε καὶ νό μοις, μεστοὶ πάσης ὑπῆρχον ἀκαθαρσίας, ἔνοικον ἦν αὐτοῖς τὸ πνεῦμα τὸ πονηρόν. Ἐπειδὴ δὲ λελύτρων ται διὰ Μωϋσέως, κατοικτείροντος Θεοῦ, καὶ νόμον ἐσχήκασι παιδαγωγὸν, πρὸς τὸ τῆς ἀληθοῦς θεογνω σίας καλοῦντα φῶς, ἀπελήλατο τὸ βέβηλον καὶ ἀκά θαρτον πνεῦμα· ὅτε δὴ καὶ τεθύκασι τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ, κατεχρίσθησάν τε τῷ αἵματι, καὶ διέδρασαν τὸν ὀλοθρευτήν. Ἐπειδὴ δὲ οὐ πεπιστεύ κασιν εἰς Χριστὸν, ἀλλὰ παρώσαντο τὸν Λυτρωτὴν, ἰδοὺ δὴ πάλιν εἰσπέπτωκε τὸ ἀκάθαρτον πνεῦμα, καὶ πολὺ χειρόνως ἢ πάλαι· εὗρε γὰρ αὐτῶν τὴν καρ δίαν γυμνὴν, καὶ σχολάζουσαν ἀπὸ πάσης εὐσεβείας, καὶ οἷον σεσαρωμένην, καὶ κατῴκησεν ἐν αὐτοῖς. Ὥσ περ γὰρ τὸ Πνεῦμα τὸ ἅγιον, ὅταν ἴδῃ καρδίαν ἀνθρώ που σχολάζουσαν ἀπὸ πάσης ἀκαθαρσίας, ἐναυλίζεται καὶ κατοικεῖ καὶ ἐπαναπαύεται αὐτῇ οὕτω καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ψυχαῖς ἀνόμων ἐνδιαιτᾶσθαι φιλεῖ. Σχολάζουσι γὰρ, ὡς ἔφην, ἀπὸ πάσης ἀρετῆς. Γέγονε τοίνυν τὰ ἔσχατα τῶν ἐξ Ἰσραὴλ χείρονα τῶν πρώτων. Ὡς γὰρ ὁ τοῦ Σωτῆρος ἔφη μαθητής· "Κρεῖττον ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγνοῦσιν, εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συμβέβηκε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπι 72.708 στρέψας ἐπὶ τὸ ἴδιον ἐξέρασμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου." Ἐξ αὐτῶν δὲ τῶν τετολμη μένων καταθρήσαιτό τις ἂν, ὅτι τῶν ἰδίων ἐμέτων ἥπτοντο πάλιν, καὶ τοῖς ἄνωθεν ἐγκαλινδεῖσθαι βορ βόροις ἐξ ὑποστροφῆς ἐμελέτων, καὶ πεπτώκασιν εἰς τὴν ἐν Αἰγύπτῳ πλάνησιν. Εἰσέφρησε γὰρ πάλιν τὸ ἀκάθαρτον πνεῦμα, καὶ γέγονεν αὐτοῖς, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, χείρονα τῶν πρώτων τὰ ἔσχατα. 9Σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ.9 (B f. 116 b) Ἐκ πονηρίας ἡ αἴτησις· διὸ οὐδὲ ἐπιτυγχάνουσι, κατὰ τό· "Ζητήσουσί με κακοὶ, καὶ οὐχ εὑρήσουσιν." Εἴπερ δὲ ἦν ἐφικτὸν μὴ ἂν ἐθε λῆσαι τὸν Ἰησοῦν παθεῖν κατὰ σάρκα τὸν ἐπὶ σταυ ροῦ θάνατον, οὐδ' ἂν τοῦτο τοῖς Ἰουδαίοις τὸ σημεῖον ἐδόθη. Ἐπεὶ δὲ ἀπαραίτητον ἦν τὸ ἐπὶ σωτηρίᾳ τὸ ὑπ' οὐρανὸν πάθος, δέδοται αὐτοῖς εἰς κατάκριμα. Ὅτι δὲ πάμμεγα σημεῖόν ἐστι τῆς θεοπρεποῦς δυνά μεώς τε καὶ ἐξουσίας τοῦ ἐνανθρωπήσαντος Λόγου τὸ καταργῆσαι τὸν θάνατον διὰ τῆς ἐκ νεκρῶν αὐ τοῦ ἀναστάσεως, ἀρκέσει, οἶμαι, τοῖς ἐπιεικέσιν εἰς πληροφορίαν τὸ πολλοῖς ἀναπεισθῆναι χρήμασιν τοὺς Πιλάτου στρατιώτας, οἳ τὸν ∆εσποτικὸν τάφον ἐτή ρουν, ἵν' εἴπωσιν, ὅτι Ἡμῶν κοιμωμένων ἐκλάπη νυκτός. Οὐδὲ τούτῳ οὖν τῷ σημείῳ πεπιστεύκασιν Ἰουδαῖοι. ∆ιὸ καὶ μάλα εἰκότως ἔφη περὶ αὐτῶν, ὅτι "Βασίλισσα νότου ἐγερθήσεται," κ.τ.λ. 9Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει, κ.τ.λ. (A f. 159) Ἐσπούδασε περὶ τὴν Σολομῶντος ἀκρόα σιν βάρβαρος γυνὴ, καὶ τοσαύτην ὁδὸν διὰ τοῦτο ἐστείλατο, σοφίαν τὴν περὶ τῶν ὁρατῶν καὶ ζώων καὶ βοτανῶν φύσεως ἀκουσομένη. Ὑμεῖς δὲ παρόντες καὶ ἀκούοντες, περὶ ἀοράτων καὶ οὐρανίων πραγμά των, αὐτῆς τῆς σοφίας ἡκούσης πρὸς ὑμᾶς, καὶ τὸν λόγον ἔργοις καὶ τεραστίοις βεβαιούσης, ἀλλοτριοῦσθε πρὸς τὸν λόγον, καὶ τὸ θαῦμα τῶν λογίων ἀναισθήτως παραπέμπεσθε; Πῶς οὖν οὐ πλεῖον Σολομῶντος ὧδε, τουτέστι παρ' ἐμοί; Καὶ ὅρα μοι πάλιν τοῦ λόγου τὸ εὐτεχνές· διὰ τί γὰρ τὸ ὧδέ φησι, καὶ οὐχὶ δὴ μᾶλλον παρ' ἐμοί; Ἵν' ἡμᾶς ἀναπείσῃ ταπεινοφρο νεῖν, κἂν χαρισμάτων ὦμεν ἀνάμεστοι πνευματι κῶν. Ἄλλως τε δὲ τὸ ἀπεικὸς ἦν οὐδὲν, Ἰουδαίους ἀκούσαντας ὅτι "Πλεῖον Σολομῶντός ἐστι παρ' ἐμοὶ," τὰ συνήθη πάλιν περὶ αὐτοῦ πειραθῆναι λαλεῖν· Ἰδοὺ καὶ τῶν παρ' ἡμῖν ἐπισήμως βεβασιλευκότων ἑαυτὸν εἶναί φησι ἐν ἀμείνοσι. Μετριάζει τοίνυν οἰ κονομικῶς ὁ Σωτὴρ, τὸ ὧδε λέγων, ἀντὶ τοῦ